Transcription of II,118

[118] ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν˙ τοῦ δέ, "ὦ Ἡράκλεις," εἰπόντος, "ἀπολώλεκα τὴν ἰσχάδα˙" "οὐ μόνον," ἔφη, "ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς." πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, "ὦ Κράτης," ἔφη, "δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ." [ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω (Diels 1)˙

καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθα τ' ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι˙
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

[118] ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν˙ τοῦ δέ, "ὦ Ἡράκλεις," εἰπόντος, "ἀπολώλεκα τὴν ἰσχάδα˙" "οὐ μόνον," ἔφη, "ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς." πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, "ὦ Κράτης," εἶπε, "δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ." [ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω˙

καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθα τ' ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι˙
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

[118] Ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν˙ τοῦ δέ, " Ὦ Ἡράκλεις," εἰπόντος, "ἀπολώλεκα τὴν ἰσχάδα˙" "Οὐ μόνον," ἔφη, "ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς." Πάλιν δὲ [17120] ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαμμένον, " Ὦ Κράτης," [1721] εἶπε, "δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ." (ὅπερ ἦν νοῦ καὶ ἱματίου). Καὶ τὸν αἰδεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω˙

Καὶ μὴν Στίλπων' εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα
[1725] ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
Ἔνθ' ἔτ ἐρίζεσκεν, πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι˙
τὴν δ' ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.