Transcription of II,29
[29] Ἱκανὸς δ' ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν (Theaet. 142cd, 180c). Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξενοκτονίας δίκην (Euth. 4a) περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς λόγους εὑρίσκειν. ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα τὸν υἱὸν τῇ μητρὶ ἀγριαινόμενον, ὥς που καὶ Ξενοφῶν εἴρηκε (Mem. II. II. 1 sq.). καὶ Γλαύκωνα μὲν τὸν Πλάτωνος ἀδελφὸν θέλοντα πολιτεύεσθαι ἀπέστησε διὰ τὸ ἀπείρως ἔχειν, ὥς φησι Ξενοφῶν (Mem. III. VI. 1 sq.)˙ Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν (Mem. III. VII. 1 sq.). [29] Ἱκανὸς δ' ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν. Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξενοκτονίας δίκην περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς λόγους εὑρίσκειν. ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα τὸν υἱὸν τῇ μητρὶ ἀγριαινόμενον, ὥς που καὶ Ξενοφῶν εἴρηκε. καὶ Γλαύκωνα μὲν τὸν Πλάτωνος ἀδελφὸν θέλοντα πολιτεύεσθαι ἀπέστησε διὰ τὸ ἀπείρως ἔχειν, ὥς φησι Ξενοφῶν˙ Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν. [29] Ἱκανὸς δ' ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. [11115] ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν. Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξεν〈οκτον〉ίας δίκην περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. Καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. Ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς [1121] λόγους εὑρίσκειν. Ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα τὸν υἱὸν τῇ μητρὶ ἀγριαινόμενον, ὥς που καὶ Ξενοφῶν εἴρηκε. Καὶ Γλαύκωνα μὲν τὸν Πλάτωνος ἀδελφὸν θέλοντα πολιτεύεσθαι ἀπέστησε διὰ τὸ ἀπείρως ἔχειν, ὥς φησι [1125] Ξενοφῶν˙ Χαρμίδην δὲ τοὐναντίον ἐπέστησεν οἰκείως ἔχοντα.