Transcription of II,51
[51] Μετὰ δὲ τήν τ' ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών˙ φίλος τ' ἦν εἰς ὑπερβολήν. παρ' ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπ' Ἀθηναίων κατεγνώσθη. γενόμενος δ' ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων, τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν ἕως ἂν ἐπανέλθοι˙ εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ˙ τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ' Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον. καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι. [51] Μετὰ δὲ τήν τ' ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών˙ φίλος τ' ἦν εἰς ὑπερβολήν. παρ' ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπ' Ἀθηναίων κατεγνώσθη. γενόμενος δ' ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν, ἕως ἂν ἐπανέλθοι˙ εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ˙ τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ' Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον. καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι. [51] Μετὰ δὲ τήν τ' ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν [12710] Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών˙ φίλος τ' ἦν εἰς ὑπερβολήν. Παρ' ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπ' Ἀθηναίων κατεγνώσθη. Γενόμενος δ' ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων, τὸ μὲν ἥμισυ [12715] Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν ἕως ἂν ἐπανέλθοι˙ εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ˙ τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. Ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετ' Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον. Καὶ αὐτῷ προξενίαν [12720] ἔδοσαν οἱ Λακεδαιμόνιοι.