Transcription of II,66

[66] Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁρμοδίως ὑποκρίνασθαι˙ διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων˙ ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών (Diels 27)˙

οἷά τ' Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος
ψεύδη.

τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι˙ αἰτιασαμένου δέ τινος, "σὺ δ' οὐκ ἄν," εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω;" ἐπινεύσαντος δέ, "τοσοῦτον," ἔφη, "ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί."

[66] Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁρμοδίως ὑποκρίνασθαι˙ διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων˙ ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών˙

οἷά τ' Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος
ψεύδη.

τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι˙ αἰτιασαμένου δέ τινος, "σὺ δ' οὐκ ἄν," εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω;" ἐπινεύσαντος δέ, "τοσοῦτον," ἔφη, "ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί."

[66] Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ [13710] προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁρμοδίως ὑποκρίνασθαι˙ διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. Ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν παρόντων˙ Ὅθεν καὶ Διογένης βασιλικὸν κύνα [13715] ἔλεγεν αὐτόν. Ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών˙

[1381] Οἷά τ' Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος
ψεύδη.

Τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι˙ αἰτιασαμένου δέ τινος, "Σὺ δ' οὐκ ἄν," [1385] εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω;" ἐπινεύσαντος δέ, "Τοσοῦτον," ἔφη, "ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί."