Transcription of III,54
[54] καὶ πάλιν˙ εἰ μή ἐστι ζῷον ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον˙ ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται˙ ζῷον ἄρα ἐστίν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον 〈ὢν〉 καὶ κύων καὶ βοῦς. οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ' ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς˙ ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ τὸ καθόλου διὰ τοῦ ἐπὶ μέρους. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ' ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον. [54] καὶ πάλιν˙ εἰ μή ἐστι ζῷον ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον˙ ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται˙ ζῷον ἄρα ἐστίν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον 〈ὢν〉 καὶ κύων καὶ βοῦς. οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ' ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς˙ ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ 〈διὰ〉 τοῦ καθόλου [διὰ τοῦ ἐπὶ μέρους]. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ' ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον.

[54] Καὶ πάλιν˙ Εἰ μή ἐστι ζῷον ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. Οὐκ ἔστι δὲ λίθος ἢ ξύλον˙ ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται˙ ζῷον ἄρα ἐστίν. Εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον 〈ὢν〉 καὶ κύων καὶ βοῦς.
[22510] Οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ' ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. δ' ἐκ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς˙ ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ τὸ καθόλου διὰ τῶν ἐπὶ μέρους πιστούμενος. Καὶ ἔστιν [22515] ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. Οἷον ἐν τῷ προτέρῳ ζητεῖται εἰ ὅδε ἀπέκτεινεν. Ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ' ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον.