Transcription of III,80

[80] ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα.
Διῄρει δέ, φησὶν Ἀριστοτέλης (Rose 114), καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον. τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός˙ οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ˙ τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι˙ οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.

[80] ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα.
Διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον. τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός˙ οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ˙ τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι˙ οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.
[80] Ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς [2395] συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ τοῦ ἀδήλου τρόπου ὧν ἔχειν τὰ μετὰ τὸν θάνατον οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. Καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα.
Διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον
[23910] τὸν τρόπον. Τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός˙ οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ˙ τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι˙ οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία 〈καὶ [23915] ἡ εὐδοξία> καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.