Transcription of III,93
[93] Τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ˙ ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή. ὅταν δ' ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλ' ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδός ἐστιν ἀποτροπή. τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ˙ τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα˙ τὸ δὲ τοιοῦτον ἀπολογίαν καλοῦσι. [93] Τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ˙ ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή. ὅταν δ' ἀξιῶσι μὴ πολεμεῖν 〈ἢ〉 μὴ συμμαχεῖν, ἀλλ' ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδός ἐστιν ἀποτροπή. τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ˙ τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα˙ τὸ δὲ τοιοῦτον ἀπολογίαν καλοῦσι. [93] [24610] Τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ˙ ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή. Ὅταν δ' ἀξιῶσι μὴ πολεμεῖν 〈ἢ〉 μὴ συμμαχεῖν, ἀλλ' ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδός ἐστιν ἀποτροπή. Τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ [24615] ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον 〈αὐτὸν〉 ἀποφαίνῃ˙ τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. Τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα˙ τὸ δὴ τοιοῦτον ἀπολογίαν καλοῦσι.