Transcription of IV,23
[23] Τελευτῶν δὴ ὁ Κράτης 〈κατὰ τὸ ἔτος τῆς η' καὶ κ' καὶ ρ' Ὀλυμπιάδος, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν (FGrH 244 F 14), ἀπέλιπε βιβλία τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. ἀλλὰ καὶ μαθητὰς ἐλλογίμους˙ ὧν Ἀρκεσίλαον περὶ οὗ λέξομεν - διήκουσε γὰρ καὶ τούτου - καὶ Βίωνα τὸν Βορυσθενίτην ὕστερον δὲ Θεοδώρειον ἀπὸ τῆς αἱρέσεως ἐπικαλούμενον, περὶ οὗ καὶ αὐτοῦ λέξομεν ἐχομένως Ἀρκεσιλάου.
Γεγόνασι δὲ Κράτητες δέκα˙ πρῶτος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, δεύτερος ῥήτωρ Τραλλιανὸς Ἰσοκράτειος, τρίτος ταφρωρύχος Ἀλεξάνδρῳ συνών, τέταρτος ὁ κύων περὶ οὗ λέξομεν, πέμπτος φιλόσοφος περιπατητικός, ἕκτος Ἀκαδημαϊκὸς ὁ προειρημένος, ἕβδομος Μαλλώτης γραμματικός, ὄγδοος γεωμετρικὰ γεγραφώς, ἔνατος ἐπιγραμμάτων ποιητής, δέκατος Ταρσεὺς φιλόσοφος Ἀκαδημαϊκός.
[23] Τελευτῶν δὴ ὁ Κράτης καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν, ἀπέλιπε βιβλία τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. ἀλλὰ καὶ μαθητὰς ἐλλογίμους˙ ὧν Ἀρκεσίλαον περὶ οὗ λέξομεν - διήκουσε γὰρ καὶ τούτου - καὶ Βίωνα τὸν Βορυσθενίτην, ὕστερον δὲ Θεοδώρειον ἀπὸ τῆς αἱρέσεως ἐπικαλούμενον, περὶ οὗ καὶ αὐτοῦ λέξομεν ἐχομένως Ἀρκεσιλάου.
Γεγόνασι δὲ Κράτητες δέκα˙ πρῶτος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, δεύτερος ῥήτωρ Τραλλιανὸς Ἰσοκράτειος, τρίτος ταφρωρύχος Ἀλεξάνδρῳ συνών, τέταρτος ὁ κύων περὶ οὗ λέξομεν, πέμπτος φιλόσοφος περιπατητικός, ἕκτος Ἀκαδημαϊκὸς ὁ προειρημένος, ἕβδομος Μαλώτης γραμματικός, ὄγδοος γεωμετρικὰ γεγραφώς, ἔνατος ἐπιγραμμάτων ποιητής, δέκατος Ταρσεὺς φιλόσοφος Ἀκαδημαϊκός.
[23] Τελευτῶν δὴ ὁ Κράτης 〈κατὰ τὸ 〈*〉 ἔτος τῆς η´ καὶ κ´ [2745] καὶ ρ' Ὀλυμπιάδος〉, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν, ἀπέλιπε βιβλία τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. Ἀλλὰ καὶ μαθητὰς ἐλλογίμους˙ ὧν Ἀρκεσίλαον περὶ οὗ λέξομεν (διήκουσε γὰρ καὶ τούτου) καὶ Βίωνα τὸν [27410] Βορυσθενίτην, ὕστερον δὲ Θεοδώρειον ἀπὸ τῆς αἱρέσεως ἐπικαλούμενον, περὶ οὗ καὶ αὐτοῦ λέξομεν ἐχομένως Ἀρκεσιλάου.
Γεγόνασι δὲ Κράτητες δέκα˙ πρῶτος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, δεύτερος ῥήτωρ Τραλλιανὸς Ἰσοκράτειος,
[27415] τρίτος ταφρωρύχος Ἀλεξάνδρῳ συνών, τέταρτος ὁ Κύων περὶ οὗ λέξομεν, πέμπτος φιλόσοφος Περιπατητικός, ἕκτος Ἀκαδημαϊκὸς ὁ προειρημένος, ἕβδομος Μαλλώτης γραμματικός, ὄγδοος γεωμετρικὰ γεγραφώς, ἔνατος ἐπιγραμμάτων ποιητής, δέκατος Ταρσεὺς φιλόσοφος [27420] Ἀκαδημαϊκός.