Transcription of IX,58
ΑΝΑΞΑΡΧΟΣ

[58] Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου˙ ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδ' αὐτὸ τοῦτ' εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δ' οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον˙ καί ποτ' ἐν συμποσίῳ τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτὸν τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν, "ὦ βασιλεῦ, πάντα πολυτελῶς˙ ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι˙" ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα.

Κεφ. ι'. ΑΝΑΞΑΡΧΟΣ

[58] [67216] Ἀνάξαρχος Ἀβδηρίτης. Οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου˙ ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδὲ αὐτὸ τοῦτο εἰδέναι ὅτι οὐδὲν οἶδε˙ Μητρόδωρον δὲ Νεσσᾶ [6731] τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. Ὁ δ' οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἤκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα καὶ εἶχεν ἐχθρὸν Νικοκρέοντα τὸν Κύπρου τύραννον˙ καί ποτ' ἐν συμποσίῳ [6735] τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτὸν τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν˙ " Ὦ βασιλεῦ, πάντα πολυτελῶς˙ ἔδει δὲ λοιπὸν κεφαλὴν σατράπου τινὸς παρατεθεῖσθαι," ἀπορρίπτων πρὸς τὸν Νικοκρέοντα.