Transcription of V,18
[18] Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, "χάρις," ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, "ἐγρηγορότος," εἶπεν, "ἐνύπνιον." Διογένους ἰσχάδ' αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι˙ πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε "μέγας Διογένης," ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, "ἀπόντα με," ἔφη, "καὶ μαστιγούτω." τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον. [18] Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. ἐρωτηθεὶς τί γηράσκει ταχύ, "χάρις," ἔφη. ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, "ἐγρηγορότος," εἶπεν, "ἐνύπνιον." Διογένους ἰσχάδ' αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι˙ πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε "μέγας Διογένης," ἀπέδωκεν αὐτῷ. τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, "ἀπόντα με," ἔφη, "καὶ μαστιγούτω." τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον. [18] Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν.
Ἐρωτηθεὶς τί γηράσκει ταχύ, "Χάρις," ἔφη. Ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, " Ἐγρηγορότος," εἶπεν, "ἐνύπνιον." Διογένους ἰσχάδ' αὐτῷ διδόντος νοήσας ὅτι,
[3171] εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένη μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι. Πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε "Μέγας διογενής," ἀπέδωκεν αὐτῷ. Τριῶν ἔφη δεῖν παιδείᾳ, [3175] φύσεως, μαθήσεως, ἀσκήσεως. Ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, " Ἀπόντα με," ἔφη, "καὶ μαστιγούτω." Τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον.