Transcription of V,33ait
[33a] διττὴ δ' ἐστὶν ἡ οὐσία κατ' αὐτόν. λέγει δ' ἐντελέχειαν ἧς ἐστιν εἶδός τι ἀσώματον. ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ ὁ Ἑρμῆς ἐπιτηδειότητα ἔχοντι ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς˙ καθ' ἕξιν δὲ λέγεται 〈ἣ〉 ἐντελεχείᾳ ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος.