Transcription of VI,13
[13] Τεῖχος ἀσφαλέστατον φρόνησιν˙ μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς. διελέγετο δ' ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄπωθεν τῶν πυλῶν˙ ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. αὐτός τ' ἐπεκαλεῖτο Ἁπλοκύων. καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο˙ βάκτρον τ' ἀνέλαβε καὶ πήραν. πρῶτον δὲ καὶ Νεάνθης (FGrH 84 F 24) φησὶ διπλῶσαι θοἰμάτιον. Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν (FHG IV. 503) Διόδωρον τὸν Ἀσπένδιον, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθαι. [13] Τεῖχος ἀσφαλέστατον φρόνησιν˙ μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς. διελέγετο δ' ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄπωθεν τῶν πυλῶν˙ ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. αὐτός τ' ἐπεκαλεῖτο Ἁπλοκύων. καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο˙ βάκτρον τ' ἀνέλαβε καὶ πήραν. πρῶτον δὲ καὶ Νεάνθης (FGrH 84 F 24) φησὶ διπλῶσαι θοἰμάτιον. Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν (FHG IV. 503) Διόδωρον τὸν Ἀσπένδιον, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθαι. [13] Τεῖχος ἀσφαλέστατον φρόνησιν˙ μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. Τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν [38210] ἀναλώτοις λογισμοῖς. Διελέγετο δ' ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄπωθεν τῶν πυλῶν˙ ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. Αὐτός τε ἐπεκαλεῖτο Ἁπλοκύων. Καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο˙ βάκτρον τε ἀνέλαβε [38215] καὶ πήραν. Πρῶτον δὲ καὶ Νεάνθης (FGrH 84 F 24) φησὶ διπλῶσαι θοἰμάτιον (Σωσικράτης δ' ἐν τρίτῃ Διαδοχῶν (FHG IV. 503) Διόδωρον τὸν Ἀσπένδιον) καὶ πώγωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρῆσθαι.