Transcription of VI,37
[37] Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, "παιδίον με νενίκηκεν εὐτελείᾳ." ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτως˙ τῶν θεῶν ἐστι πάντα˙ φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντ' ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, "οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος -πάντα γάρ ἐστιν αὐτοῦ πλήρη- ἀσχημονήσῃς;" [37] Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, "παιδίον με νενίκηκεν εὐτελείᾳ." ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτως˙ τῶν θεῶν ἐστι πάντα˙ φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντ' ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλος ὁ Περγαῖος, προσελθὼν εἶπεν, "οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος - πάντα γάρ ἐστιν αὐτοῦ πλήρη - ἀσχημονήσῃς;" [37] Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών˙ "Παιδίον με νενίκηκεν εὐτελείᾳ." Ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίως παιδίον [39715] θεασάμενος, ἐπειδὴ κατέαξε τὸ σκεῦος, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. Συνελογίζετο δὲ καὶ οὕτως˙ Τῶν θεῶν ἐστι πάντα˙ φίλοι δὲ οἱ σοφοὶ τοῖς θεοῖς˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντα ἄρα ἐστὶ τῶν σοφῶν. Θεασάμενός ποτε γυναῖκα ἀσχημονέστερον τοῖς θεοῖς προσπίπτουσαν, [3981] βουλόμενος αὐτῆς περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωΐλος ὁ Περγαῖος, προσελθὼν εἶπεν˙ "Οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτος (πάντα γάρ ἐστιν αὐτοῦ πλήρη) ἀσχημονήσῃς;"