Transcription of VI,67
[67] Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, "ὅτι," φησί, "τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων." ἄσωτον ᾔτει μνᾶν˙ πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, "ὅτι," εἶπε, "παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι." ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, "κἀκεῖνος," εἶπεν, "αἰτεῖ, ἀλλ' (Od. A 157, D 70)

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι."

ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, "ἵνα μὴ πληγῶ." τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.

[67] Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, "ὅτι," φησί, "τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων." ἄσωτον ᾔτει μνᾶν˙ πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, "ὅτι," εἶπε, "παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι." ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, "κἀκεῖνος," εἶπεν, "αἰτεῖ, ἀλλ'

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι."

ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, "ἵνα μὴ πληγῶ." τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.

[67] Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, " Ὅτι," φησί, "τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ [41710] ἐξετάζων." Ἄσωτον ᾔτει μνᾶν˙ πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, " Ὅτι," εἶπε, "παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι." Ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, "Κἀκεῖνος," [41715] εἶπεν, "αἰτεῖ, ἀλλ'

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι."

Ἰδών τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών˙ " Ἵνα μὴ πληγῶ." Τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.