Transcription of VII,30

[30] καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής˙ (A. Pal. VII. 117)

ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ˙
ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ,
αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας˙
εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος
κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;

καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως˙ (A. Pal. IX. 496)

στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον˙ ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
σαρκὸς δ' ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

[30] καὶ ἄλλο Ζηνόδοτος ὁ στωικός, Διογένους μαθητής˙

ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ˙
ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ,
αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας˙
εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; οὐ καὶ ὁ Κάδμος
κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;

καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν στωικῶν Ἀθήναιος ὁ ἐπιγραμματοποιός φησιν οὕτως˙

στωικῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον˙ ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
σαρκὸς δ' ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.

Καὶ ἄλλο Ζηνόδοτος ὁ Στωϊκός, Διογένους μαθητής˙

[30] Ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον,
Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ˙
[46315] ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ,
αἵρεσιν, ἀτρέστου ματέρ' ἐλευθερίας.
Εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; Οὐ καὶ ὁ Κάδμος
κεῖνος, ἀφ' οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα;

Καὶ κοινῇ δὲ καὶ περὶ πάντων τῶν Στωϊκῶν Ἀθήναιος ὁ [4641] ἐπιγραμματοποιός φησιν οὕτως˙

Στωϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον˙ ἅδε γὰρ ἀνδρῶν
[4645] μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
Σαρκὸς δ' ἡδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἡ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.