Transcription of Math-8,172

1.

[8.172] καὶ ὁ μὲν λόγος τοιοῦτος, πρόδηλος δὲ καὶ ἡ τούτου κατασκευή ἐστιν. καὶ προδηλοτέρα μᾶλλον γενήσεται ὑποδειξάντων ἡμῶν τὴν κομιζομένην πρὸς αὐτὸν ὑπὸ τῶν δογματικῶν ἔνστασιν. φασὶ γὰρ μόνον τὰς δύο συγχωρεῖσθαι συζυγίας, περὶ δὲ τῶν λειπομένων δυεῖν διίστασθαι πρὸς ἡμᾶς.