Transcription of I-C,119

I C 119

I C 119 SEXT. EMP. adv. math. VI 13:
οἵ τε μέγα δυνηθέντες ἐν φιλοσοφίᾳ, καθάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν [3] ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σωκράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ [5] τούτῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ὀψιμαθῆ μᾶλλον ἢ ἀμαθῆ διαβάλλεσθαι.