Transcription of I-C,120

I C 120

I C 120 AEL. ARISTID . de quatt. 624-5 [ = orat. XLVI, II p. 384-5 D.]:
[2] οἶμαι δὲ καὶ Σωκράτει τὸν Ἀπόλλω τοῦτο κελεύειν, κελεύοντα μουσικὴν ποιεῖν, ἀφελεῖν τὴν φιλαπεχθημοσύνην τὴν περὶ τοὺς λόγους, ὡς ἐκείνου γ' ἄλλο μὲν οὐ ῥᾴδιον εὑρεῖν ὅ τί τις κατηγορήσει. τοῦτο δ' ἤδη τινὲς ᾐτιάσαντο, ἀμέλει καὶ πρὸς τὸν ἀγῶνα ὃν ἔφυγεν τοῦτο μάλιστ' αὐτὸν βλάψαι δοκεῖ. καὶ ὅπως μή τίς μοι τῶν σοφιστῶν ὑπολήψεται, ἀλλ' οὐδέν γ' ἐβλάβη Σωκράτης, ἐπεὶ κἂν ἄλλος ἔχοι πρὸς τοῦθ' ὑπολαμβάνειν, ἀλλὰ βλαβῆναί γ' αἴτιος ἐγένετο τῶν δικαστῶν τοῖς καταψηφισαμένοις, εἴπερ γε μὴ τὰ δίκαια ἔγνωσαν. (625) χωρὶς δὲ τούτων εἰ μὲν ὅλως ἐπεθύμει θανάτου, πρῶτον μὲν τί τοσοῦτον ἦν αὐτῷ; ἔπειτ' οὐδ' ἀπολογεῖσθαι προσῆκε τὴν ἀρχήν. εἰ δ' οὐκ ἂν ἀηδέστερον ἀπέφυγεν, τοῦτ' ἦν τὸ κωλῦσαν, τὸ πολλοῖς ἐκ τοῦ κακῶς λέγειν προσκροῦσαι.