Transcription of I-C,132

I C 132

MICHAEL. in Aristot. eth. nicom. p. 25, 29-32:
διὰ τοῦτο καὶ Σωκράτης κατηγορηθεὶς ἔλεγε "Σωκράτην Ἀθηναῖοι βλάψαι μὲν δύνανται, ἀδικῆσαι δὲ οὐ δύνανται," τουτέστι φονεῦσαι μὲν δύνανται, κακῦναι δέ μου τὴν ψυχὴν οὐ δύνανται.
MAXIM. TYR. philosoph. XII 8:
διὰ τοῦτο ὁ Σωκράτης οὐκ Ἀριστοφάνει ὠργίζετο, οὐ Μελήτῳ ἐχαλέπαινεν, οὐκ Ἄνυτον ἐτιμωρεῖτο, ἀλλὰ ἐβόα μέγα˙ "ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὐ δύνανται˙ οὐ γὰρ θέμις ἀγαθῷ ἀνδρὶ ὑπὸ πονηροῦ βλαβῆναι."