Transcription of I-C,165

I C 165

I C 165 XENOPH. epist IV:
πρῶτον γὰρ ἂν δέξαιο Σωκράτους ὑπερφυὲς δίδαγμα, πλοῦτον μετρεῖν χρήσει. οὐ γὰρ ἔφη Σωκράτης εἶναι τὴν ὑπέρμετρον κτήσιν πλοῦτον, τὸ δ'ὅσοις προσήκει χρῆσθαι, ἔπειτα δὲ τούτων μὴ διαμαρτάνειν˙ τῷ γὰρ ὄντι τούτους κεκλῆσθαι εὐπόρους. τοὺς δ'ἄλλους πένητας ἀπεκάλει καὶ ἀνίατον αὐτοὺς ἔφασκε πενίαν πένεσθαι˙ ψυχῆς γὰρ εἶναι τὸ ἀρρώστημα, οὐ κτήσεως.