Transcription of I-C,197

I C 197

STOB. II 31, 102:
Σωκράτης πρός τινα πάντα εἰδέναι φάσκοντα καὶ πολυμάθειαν ὑπισχνούμενον (ἐτύγχανε δὲ εἰς Ἀκαδήμειαν συγκατιὼν αὐτῷ) ἐπιστὰς χωρίῳ πεφυτευμένῳ, ἤρετο αὐτόν "οὐ δοκεῖ σοι ὁ γεωργὸς ἀμελῆσαι μὴ καταφυτεύσας πᾶσαν τὴν γῆν, ἀλλὰ διαλείμματα μεταξὺ τῶν δένδρων καταλιπών;" τοῦ δὲ εἰπόντος "καὶ μὴν εἰ μὴ τοῦτο ἐποίησεν, οὐδὲν ἂν τούτων ἔτι ἐβίω, ἀλλ' ὑπ' ἀλλήλων ἀπώλετο", "εἶτα," ἔφη, "σὺ ἐν τῇ σαυτοῦ ψυχῇ οὐδὲ μικρὸν τόπον παραλιπών, ἄλλα δ' ἐπ' ἄλλοις μαθήματα σωρεύων, οἴει τινὰ καρπὸν ἐξ αὐτῶν δρέψασθαι;" [ = EXC. E MS. FLOR. IOANN. DAMASC. II 13, 102].