Transcription of I-C,277

I C 277

I C 277 STOB. III 23, 8:
Σωκράτους. Σωκράτης ἔλεγεν, εἴ τις ἐν θεάτρῳ ὑποκηρύττοι ἀνίστασθαι τοὺς σκυτοτόμους, ἐκείνους μόνους ἀναστήσεσθαι, ὁμοίως εἰ τοὺς χαλκοτύπους, τοὺς ὑφάντας, τοὺς ἄλλους κατὰ γένος˙ εἰ δὲ τοὺς φρονίμους ἢ δικαίους, πάντας ἀναστήσεσθαι. καὶ ἔστιν ἐν βίῳ βλάπτον [5] μάλιστα τὸ ἀνοήτους ὄντας τοὺς πολλοὺς οἴεσθαι φρονίμους εἶναι.