Transcription of I-C,414

I C 414

I C 414 AELIAN. var. hist. VIII 1:
ἔλεγε δήπου Σωκράτης περὶ τοῦ δαιμονίου τοῦ συνόντος αὐτῷ πρὸς Θεάγην καὶ Δημόδοκον καὶ πρὸς ἄλλους πολλούς. φωνὴν πολλάκις ἔφασκε ὁσίᾳ πομπῇ ἐγκεκληρωμένην αὐτῷ, "ἥπερ ὅταν γένηται, ἀεί μοι" φησὶ "σημαίνει ὃ μέλλω πράττειν τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε, καὶ αὖ πάλιν ἐάν τίς 〈μοι〉" φησὶ "τῶν φίλων ἀνακοινῶται ὑπέρ του, καὶ ἐπιγένηται ἡ φωνὴ ἐκείνη, πάλιν ἀποτρέπει. καὶ ἐμοὶ μὲν αὕτη συμβουλεύει τοῦτο, ἐγὼ δὲ τῷ συμβουλευομένῳ μοι, καὶ οὐκ ἐῶ πράττειν, ἑπόμενος τῇ θείᾳ προρρήσει." παρείχετο δὲ μάρτυρα [9] Χαρμίδην τὸν Γλαύκωνος˙ ἀνεκοινώσατο γὰρ αὐτῷ εἰ μέλλοι ἀσκήσειν 〈στάδιον〉 εἰς Νεμέαν, καὶ εὐθὺς ἀπαρχομένου λέγειν 〈ἡ〉 φωνὴ ἐπεγένετο. καὶ ὁ Σωκράτης τὸν Χαρμίδην διεκώλυσεν ἔχεσθαι ὧν εἴχετο, [εἰπὼν] ὃ δὲ [12] οὐκ ἐπείσθη˙ οὐ μὴν εἰς δέον ἀπήντησεν αὐτῷ ἡ σπουδή.