Transcription of I-C,449

I C 449

I C 449 SEXT. EMP. adv. math. VII 264-5:
οὐκ ἄρα καταληπτὸς πάντως ἐστὶν ὁ ἄνθρωπος˙ ᾧ ἕπεται τὴν τῆς ἀληθείας γνῶσιν ἀνεύρετον ὑπάρχειν, τοῦς γνωρίζοντος αὐτὴν ἀκαταλήπτου καθεστῶτος. εὐθέως γὰρ τῶν περὶ τῆς ἐπινοίας ζητησάντων Σωκράτης μὲν ἠπόρησε μείνας ἐν τῇ σκέψει καὶ εἰπὼν αὑτὸν ἀγνοεῖν τί τ' ἔστι καὶ πῶς ἔχει πρὸς τὸ σύμπαν˙ "ἐγὼ γὰρ οὐκ οἶδα", φησίν "εἴτε ἄνθρωπός εἰμι εἴτε καὶ ἄλλο τι θηρίον Τυφῶνος [7] πολυπλοκώτερον." cf. ID. pyrrh. hyp. II 5, 22.