Transcription of I-C,452

I C 452

PROCL. de prov. 51, 3-5:
〈σκόπει τὸ βάθος τοῦ τε θεοῦ καὶ Σωκράτους, πῶς δὴ〉 οὐ τὸ μηδὲν εἰδέναι 〈μόνον εἴρηκεν〉 ἐξαίρετον ὑπάρχειν ἀγαθόν, ἀλλὰ τὸν μὴ εἰδότα καὶ τοῦτο εἰδέναι ὅτι οὐκ οἶδε. cf. ibid. 48, 2-3: 〈ἀκούων Σωκράτη〉 λέγοντα μηδὲν εἰδέναι, τούς τε φάσκοντας πάντα εἰδέναι σκώπτοντα, καὶ ἔτι τὸ ἀληθὲς ἡμᾶς ἀπελθόντας ἐνθένδε μάλιστα γνώσεσθαι διατεινόμενον, καὶ αὐτὰς τὰς ἀκριβεστάτας ἐπιστήμας μὴ ἐπιστήμας οὔσας διελέγχοντα.