Transcription of I-C,464

I C 464

I C 464 MUSON. 3 p. 10, 5-9:
εἴ γε ἕκαστον μὲν τούτων μέρος τοῦ βίου ἐστίν, ἐπιστήμη δὲ περὶ βίον οὐχ ἑτέρα τις ἢ φιλοσοφία ἐστί, καὶ ὁ φιλόσοφος, ὥσπερ ἔλεγε Σωκράτης, τοῦτο διατελεῖ σκοπῶν,
[4] ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται.
SEXT. EMP. adv. math. XI 2:
ἀλλ' ἐπεὶ τὴν ἠθικὴν θεωρίαν συμφώνως σχεδὸν ἅπαντες ὑπειλήφασι περὶ τὴν τῶν ἀγαθῶν τε καὶ κακῶν διάκρισιν γίνεσθαι, καθὸ καὶ ὁ πρῶτος αὐτὴν δόξας κεκινηκέναι Σωκράτης παρήγγειλεν ὡς ἀναγκαιότατον ζητεῖν
ὅττι τοι ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται,
δεήσει καὶ ἡμᾶς ἐν ἀρχαῖς εὐθὺς περὶ τῆς ἐν τούτοις διαφορᾶς σκοπεῖν. cf. ibid. VII 21 et GELL. noct. att. XIV 6, 5.