Transcription of I-C,488

I C 488

I C 488 PLUTARCH. apophth. Lacon. 1 p. 218 A:
Ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δ' ἐχθροὺς κακῶς ποιεῖν˙ "καὶ πόσῳ κρεῖσσον" ἔφη, "ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δ' ἐχθροὺς φίλους ποιεῖν;" (αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται).