Transcription of I-C,51

I C 51

I C 51 THEODORET. graec. aff. cur. IV 1-2:
Δημόκριτον τὸν Δαμασίππου τὸν Ἀβδηρίτην φασὶ παραπλησίαν εἶναι τῇ φύσει λέγειν τὴν ἀρίστην διδασκαλίαν˙ μεταμορφοῦν γὰρ δὴ ταύτην καὶ μεταρυθμίζειν πρὸς τὸ βέλτιον τὴν ψυχὴν καὶ τοὺς παλαιοὺς ἀνανεοῦσθαι χαρακτῆρας, οὓς ἐξ ἀρχῆς ἡ φύσις ἐνέθηκεν. (2) καὶ ἔγωγε μάλα τόνδε τὸν λόγον εὖ ἔχειν ὑπείληφα. Καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύριος [fr. XII p. 12 Nauck] εἰς ἀκολασίαν, ἡνίκα νέος ἦν, ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύπους, τοὺς δὲ τῆς φιλοσοφίας ἐκμάξασθαι.