Transcription of I-C,513

I C 513

I C 513 TELES p. 16, 7 - 20, 1 [ = STOB. III 1, 98]:
καὶ ὥσπερ ἱμάτιον τρίβωνα γενόμενον ἀπεθέμην καὶ οὐ .... παρέλκω οὐδὲ φιλοψυχῶ, ἀλλὰ μὴ δυνάμενος ἔτι εὐδαιμονεῖν ἀπαλλάττομαι. καθάπερ καὶ Σωκράτης˙ ἦν αὐτῷ ἐκ τοῦ δεσμωτηρίου, εἰ ἐβούλετο, ἐξελθεῖν ..... καὶ τῶν δικαστῶν κελευόντων ἀργυρίου τιμήσασθαι οὐ προσεῖχεν, ἀλλὰ τῆς ἐν πρυτανείῳ [6] σιτήσεως ἐτιμήσατο˙ καὶ τριῶν ἡμερῶν αὐτῷ δοθεισῶν τῇ πρώτῃ ἔπιεν καὶ οὐ προσέμεινεν τῆς τρίτης ἡμέρας τὴν ἐσχάτην ὥραν παρατηρῶν, εἰ ἔτι ἥλιος [8] ἐπὶ τῶν ὀρῶν, ἀλλ' εὐθαρσῶς [τῇ πρώτῃ], 〈ὡς Πλάτων φη〉σίν, οὐδὲν τρέψας οὔτε τοῦ προσώπου οὔτε τοῦ χρώματος, ἀλλὰ μάλα ἱλαρῶς τε καὶ [10] εὐκόλως λαβὼν τὸ ποτήριον ἐξέπιεν, καὶ τὸ τελευταῖον ἀποκοτταβίσας "τουτὶ [11] δέ" φησίν " Ἀλκιβιάδῃ τῷ καλῷ˙" ὅρα σχολὴν καὶ παιδιάν. ἡμεῖς δέ, κἂν ἄλλον 〈θανατῶντ'〉 ἴδωμεν, πεφρίκαμεν. καὶ μέλλων ἀποθνῄσκειν, ἐκάθευδε βαθέως, ὥστε μόλις διεγεῖραι τινά. ταχύ γ' ἂν καὶ ἡμῶν τις ἂν [14] κοιμηθείη .... καὶ γυναικὸς χαλεπότητα πρᾴως ἔφερε κἀκείνης βοώσης οὐκ ἐφρόντιζεν˙ ἀλλὰ Κριτοβούλου εἰπόντος "πῶς ἀνέχῃ ταύτης συμβιούσης;" "πῶς δὲ σὺ τῶν παρὰ σοὶ χηνῶν;" "τί δέ μοι μέλει ἐκείνων;" φησίν "οὕτως οὐδ' ἐμοὶ ταύτης, ἀλλ' ἀκούω ὥσπερ χηνός." καὶ πάλιν παρειληφότος αὐτοῦ Ἀλκιβιάδην ἐπ' ἄριστον, ὡς ἐκείνη παρελθοῦσα τὴν τράπεζαν ἀνέτρεψεν, οὐκ ἐβόα οὐδ' ὠδυνᾶτο δεινοπαθῶν "ὢ τῆς παρανομίας, ὥστε ταύτῃ πάσχειν," ἀλλ' ἀναλέξας τὰ πεσόντα, παραθέσθαι πάλιν ἐκέλευσε τὸν Ἀλκιβιάδην˙ ὡς δὲ ἐκεῖνος οὐ προσεῖχεν ἀλλ' ἐγκαλυψάμενος ἐκάθητο [αἰσχυνόμενος], "προάγωμεν δή" φησίν "ἔξω˙ φαίνεται γὰρ ἡ Ξανθίππη ὀξυρεγμίᾳ σπαράσσειν ἡμᾶς." εἶτα μετ' ὀλίγας ἡμέρας αὐτὸς ἀριστῶν παρὰ τῷ Ἀλκιβιάδῃ, ὡς ἡ ὄρνις ἡ γενναία ἐπιπτᾶσα κατέβαλε τὸν πίνακα, ἐγκαλυψάμενος ἐκάθητο καὶ οὐκ ἠρίστα˙ ὡς δὲ ἐκεῖνος ἐγέλα καὶ ἐπυνθάνετο εἰ διὰ τοῦτο οὐκ ἀριστᾷ ὅτι ἡ ὄρνις ἐπιπτᾶσα καταβάλοι, "δῆλον ὅτι" φησί "σὺ μὲν πρῴην Ξανθίππης ἀνατρεψάσης οὐκ ἐβούλου ἀριστᾶν, ἐμὲ δὲ οἴει νῦν 〈ἂν〉 ἀριστᾶν τῆς ὄρνιθος ἀνατρεψάσης; ἢ διαφέρειν τι ἐκείνην ὄρνιθος κορυζώσης ἡγῇ;" "ἀλλ' εἰ μὲν ὗς" φησίν "ἀνέτρεψεν, οὐκ ἂν ὠργίζου, [οὐκ ἂν διηνέχθης] εἰ δὲ γυνὴ ὑώδης;" ὅρα παιδιάν.