Transcription of I-C,522

I C 522

I C 522 EPICTET. dissert. III 5, 14-17:
ἀλλ' ὁ Σωκράτης τί λέγει; [2] "ὥσπερ ἄλλος τις", φησίν, "χαίρει[ν] τὸν ἀγρὸν τὸν αὑτοῦ ποιῶν κρείσσονα, ἄλλος τὸν ἵππον, οὕτως ἐγὼ καθ' ἡμέραν χαίρω παρακολουθῶν ἐμαυτῷ βελτίονι γινομένῳ". - (15) Πρὸς τί; μή τι πρὸς λεξείδια; - Ἄνθρωπε, εὐφήμει. - Μή τι πρὸς θεωρημάτια; - Τί ποιεῖς; - (16) Καὶ μὴν οὐ βλέπω, τί ἐστιν ἄλλο, περὶ ὃ ἀσχολοῦνται οἱ φιλόσοφοι. - Οὐδέν σοι δοκεῖ [7] εἶναι τὸ μηδέποτε ἐγκαλέσαι τινί, μὴ θεῷ, μὴ ἀνθρώπῳ˙ μὴ μέμψασθαι μηδένα˙ τὸ αὐτὸ πρόσωπον ἀεὶ καὶ ἐκφέρειν καὶ εἰσφέρειν; (17) ταῦτα ἦν, ἃ ᾔδει ὁ Σωκράτης, καὶ ὅμως οὐδέποτε εἶπεν, ὅτι οἶδέν τι ἢ διδάσκει. εἰ δέ τις λεξείδια ᾔτει ἢ θεωρημάτια, ἀπῆγεν πρὸς Πρωταγόραν, πρὸς Ἱππίαν. καὶ γὰρ εἰ λάχανά τις ζητῶν ἐλήλυθεν, πρὸς τὸν κηπουρὸν ἂν αὐτὸν ἀπήγαγεν˙ τίς οὖν ὑμῶν ἔχει ταύτην τὴν ἐπιβολήν; cf. ibid. I 25, 31; III 23, 22 et enchir. 46, 1; 51, 3.