Transcription of I-C,548

I C 548

I C 548 IULIAN. orat. VI 10 p. 264 B-D:
εἰ δὲ τοῦτ' ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον [τοὺς] ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας 〈τοὺς〉 κυρίους ὄντας καὶ βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν; Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ' ἄλλο φήσεις εὐδαίμονας˙ Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς ἦν τῆς [7] αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός˙ ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; ἆρ' οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός. ἐπεὶ μηδενὸς ἦν κύριος; ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, [10] τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς, τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους˙ καὶ οὔπω φημὶ τὰς [13] γενομένας ἡμῖν ἐνθὲν ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημίας.