Transcription of I-C,60

I C 60

I C 60 PLUTARCH. de cohib. ira 13 p. 461 D:
τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος τὸν Εὐθύδημον ἡ Ξανθίππη μετ' ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δ' Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος˙ καὶ ὁ Σωκράτης "παρὰ σοὶ δ'" εἶπεν "οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ' ἐποίησεν, ἡμεῖς δ' οὐκ ἠγανακτήσαμεν;"