Transcription of I-E,3

I E 3

I E 3 MAXIM. TYR. philosoph. III:
Εἰ καλῶς ἐποίησεν Σωκράτης μὴ ἀπολογησάμενος:
(1) δεινόν γε τὰς μὲν ἄλλας τέχνας ἀπηλλάχθαι ἐκάστην τοῦ τῶν πολλῶν δικαστηρίου, καὶ μήτε τὸν κυβερνήτην ἐπιλαβόμενον τῆς νεώς, καὶ χρώμενον τῇ τέχνῃ κατὰ τοὺς ναυτικοὺς λόγους, εὐθύνεσθαι πρὸς τῶν ἀτέχνων, μήτε τὸν ἰατρὸν ἀνέχεσθαι τοὺς κάμνοντας τὰ προστάγματα αὐτοῦ καὶ τὰ ἰάματα καὶ τὰ διαιτήματα ἐπισκοποῦντας καὶ βασανίζοντας, ἀλλ'οὐδὲ κεραμέας, οὐδὲ σκυτοτόμους, οὐδὲ τοὺς τὰ ἔτι τούτων ἀτιμότερα μεταχειριζομένους, ἄλλόν τινα ἔχειν δικαστὴν τῶν ἔργων, πλὴν τῆς τέχνης. Σωκράτη δὲ τὸν μηδὲ τῷ Ἀπόλλωνι παρασχόντα ἀμαθίας αἰτίαν, τῷ τὰς ψάμμους εἰδότι καὶ καταμαντευσαμένῳ τῆς θαλάττης, οὔπω καὶ νῦν πεπαῦσθαι συκοφαντούμενον καὶ εὐθυνόμενον, ἀλλὰ πικροτέρους αὐτῷ εἶναι τοὺς ἐπιγιγνομένους αἰεὶ καὶ τοὺς συκοφάντας Ἀνύτου καὶ Μελήτου, καὶ τοὺς δικαστὰς Ἀθηναίων τῶν τότε˙ καὶ εἰ μὲν γραφεὺς ἦν δημιουργὸς ἀγαλμάτων, οἷον Ζεῦξις ἢ Πολύκλειτος ἢ Φειδίας, παρέπεμπεν ἂν τὰ ἔργα αὐτῶν μετ'εὐφημίας ἡ τῆς τέχνης δόξα˙ ὁρῶντες γοῦν ἐκεῖνα οἱ ἄνθρωποι, μὴ ὅτι αἰτιᾶσθαι, ἀλλ'οὐδὲ ἐξετάζειν τολμῶσιν, ἀλλ'εἰσὶν αὐτεπάγγελτοι ἐπαινέται θεαμάτων ἐνδόξων˙ εἰ δέ τις μὴ κατὰ γραφέας, μηδὲ κατ'ἀγαλμάτων δημιουργοὺς ἀγαθὸς ἦν τὴν χειρῶν τέχνην, ἀλλὰ τὸν αὑτοῦ βίον συμμέτρως, καὶ πρὸς τὸ ἀκριβέστατον, λόγῳ καὶ πόνῳ καὶ ἐθισμῷ καὶ εὐτελείᾳ καὶ καρτερίᾳ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς ἡρμόσατο˙ τοῦτον μὴ τυγχάνειν βεβαίας δόξης, μηδὲ ἐπαίνων ὡμολογημένων, μηδὲ ὁμοφώνων δικαστῶν, ἀλλὰ ἄλλον ἄλλό τι διατελεῖν ὑπὲρ αὐτοῦ λέγοντας;
(2) ὁποῖόν τι καὶ τὸ παρὸν ἡμῖν νυνὶ σκέμμα. Σωκράτη τοῦτον Μέλητος μὲν ἐγράψατο, Ἄνυτός τε εἰσήγαγεν, Λύκων δὲ ἐδίωκεν, κατεδίκασαν δὲ Ἀθηναῖοι, ἔδησαν δὲ οἱ ἕνδεκα, ἀπέκτεινεν δὲ ὁ ὑπηρέτης. καὶ Μελήτου γραφομένου ὑπερεώρα, καὶ Ἀνύτου εἰσάγοντος κατεφρόνει, καὶ Λύκωνος λέγοντος κατεγέλα, καὶ ψηφιζομένων Ἀθηναίων ἀντεψηφίζετο, καὶ τιμωμένων ἀντετιμᾶτο, καὶ δεόντων αὐτὸν τῶν ἕνδεκα τὸ μὲν σῶμα παρεῖχεν, ἀσθενέστερον γὰρ ἦν πολλῶν σωμάτων, τὴν δὲ ψυχὴν οὐ παρεῖχεν, κρείττων γὰρ ἦν Ἀθηναίων ἁπάντων, οὐδὲ τῷ ὑπηρέτῃ ἐχαλέπαινεν, οὐδὲ πρὸς τὸ φάρμακον ἐδυσχέραινεν˙ ἀλλ' Ἀθηναῖοι μὲν αὐτὸν οὐχ ἑκόντες κατεδίκασαν, ὁ δὲ ἀπέθνησκεν ἑκών˙ ἐλέγχει δὲ τοῦ μὲν τὸ ἑκούσιον, ὅτι ἐξὸν αὐτῷ καὶ χρημάτων τιμήσασθαι, καὶ φεύγειν ἐκκλαπέντι, προείλετο ἀποθανεῖν˙ τῶν δὲ τὸ ἀκούσιον, μετέγνωσαν γὰρ εὐθύς˙ οὗ τί ἂν εἴη πάθος δικασταῖς καταγελαστότατον.
(3) ἔτ'οὖν ποθεῖς σκέψασθαι περὶ Σωκράτους, εἰ ὀρθῶς ταῦτα ἔδρα ἢ μή; τί οὖν, εἴ τις σοι παρελθὼν διηγεῖτο, ὅτι ἀνὴρ Ἀθηναῖος, γέρων τὴν ἡλικίαν, φιλόσοφος τὴν ἐπιτήδευσιν, πένης τὴν τύχην, δεινὸς τὴν φύσιν, ἀγαθὸς εἰπεῖν, συνετὸς νοῆσαι, ἄγρυπνος καὶ νηφάλεος, καὶ οἷος μηδὲν εἰκῆ μήτε ἔργον πρᾶξαι, μήτε εἰπεῖν λόγον, βεβιωκὼς μὲν πόρρω ἡλικίας, ἐπαινέτας δὲ σχὼν τοῦ τρόπου Ἑλλήνων μὲν οὐ τοὺς φαυλοτάτους τὴν φύσιν, θεῶν δὲ τὸν Ἀπόλλωνα˙ οὗτος ἐπαναστάντων αὐτῷ φθόνῳ καὶ ἀπεχθεία καὶ τῇ πρὸς τὰ καλὰ ὀργῇ ἐκ μὲν τοῦ θεάτρου Ἀριστοφάνους, ἐκ δὲ τῶν σοφιστῶν Ἀνύτου, ἐκ δὲ τῶν συκοφαντῶν Μελήτου, ἐκ δὲ τῶν ῥητόρων Λύκωνος, καὶ τοῦ μὲν κωμῳδοῦντος, τοῦ δὲ γραφομένου, τοῦ δέ εἰσάγοντος, τοῦ δὲ λέγοντος, τῶν δὲ δικαζόντων, ἐχαλέπαινεν πρῶτα μὲν τῷ Ἀριστοφάνει, καὶ καταστὰς ἐν Ἀθηναίοις ἀντεκωμῳ/δει τὸν ἄνδρα ἐν Διονυσίοις, ἔτι μεθυόντων δικαστῶν˙ ἔπειτα εἰς τὸ δικαστήριον παρελθὼν ἀντερρητόρευεν τοῖς λέγουσι καὶ λόγους διεξῄει μακρούς, ἀπολογίαν εὖ μάλα εἰς ἐπαγωγὴν δικαστῶν συγκειμένην, ἐξευμενιζόμενος μὲν τὸ δικαστήριον τοῖς προοιμίοις, πείθων δὲ τοῖς διηγήμασιν, ἀποδεικνὺς δὲ τεκμηρίοις καὶ πίστεσιν καὶ εἰκάσμασιν, ἀναβιβαζόμενος δὲ καὶ μάρτυρας τῶν πλουσίων τινὰς καὶ ἀξιόχρεων ἐν Ἀθηναίοις δικασταῖς, κἂν τοῖς ἐπιλόγοις ἱκετεύων καὶ ἀντιβολῶν καὶ δεόμενος καί που καὶ δάκρυα ἐν καιρῷ ἀφιείς, καὶ μετὰ τοῦτο τελευτῶν τὴν Ξανθίππην ἀναβιβασάμενος κωκύουσαν, καὶ τὰ παιδία κλαυμυριζόμενα, διὰ τούτων ἁπάντων μετεχειρίσατο τοὺς δικαστάς, καὶ ἀπεψηφίσαντο αὐτοῦ, καὶ ὤ?κτειραν, καὶ ἀφῆκαν;
(4) καλοῦ τοῦ νικηφόρου˙ ἦ που εἰς Λύκειον ὤσατο ἂν ἐκεῖθεν, καὶ εἰς Ἀκαδημίαν αὖθις, καὶ τὰς ἄλλας διατριβὰς φαιδρός, ὥσπερ οἱ ἐκ χειμερίου θαλάττης σεσωσμένοι. καὶ πῶς ἂν ἠνέσχετο φιλοσοφία σπάνιον τὸ πρὸς ἑαυτὴν τοῦτον τὸν ἄνδρα; οὐ μᾶλλον ἢ παιδοτρίβης ἐκ σταδίου ἀγωνιστὴν μύρῳ κεχρισμένον, ἀνιδρωτὶ καὶ ἀκονιτὶ στεφανωθέντα, ἄπληκτον, καὶ ἄτρωτον, καὶ μηδὲν ἴχνος ἀρετῆς ἔχοντα. τίνος δ'ἂν καὶ εἵνεκα ἀπελογήσατο Σωκράτης ἐπ' ἐκείνων τῶν Ἀθηναίων; ὡς ἐπὶ δικαστῶν; ἀλλὰ ἄδικοι˙ ὡς ἐπὶ φρονίμων; ἀλλὰ ἀνόητοι˙ ὡς ἐπὶ ἀγαθῶν; ἀλλὰ μοχθηροί˙ ὡς ἐπὶ εὐμενῶν; ἀλλὰ ὠργίζοντο˙ ὡς ἐπὶ ὁμοίων; ἀλλὰ ἀνομοιότατοι˙ ὡς ἐπὶ κρειττόνων; ἀλλὰ χείρους ἦσαν˙ ὡς ἐπὶ χειρόνων; καὶ τίς κρείττων χείρονι ἀπελογήσατο; τί δ'ἂν καὶ εἶπεν ἀπολογούμενος; ἆρα ὡς οὐκ ἐφιλοσόφει; ἀλλὰ ἐψεύδετο ἄν˙ ἢ ὅτι ἐφιλοσόφει; ἀλλὰ ἐπὶ τοὑτω ἐχαλέπαινον.
(5) ἀλλὰ νὴ Δία τούτων μὲν οὐδέν, ἀπολύεσθαι δ'ἐχρῆν τὴν αἰτίαν, ὡς μήτε διέφθειρεν τοὺς νέους, μήτε καινὰ δαιμόνια ἐπεισέφερεν. καὶ τίς τεχνίτης τὸν ἄτεχνον πείθει ὑπὲρ τῶν κατὰ τὴν τέχνην; ποῦ γὰρ Ἀθηναίοις συνιέναι, τί μὲν διαφθορὰ νέων, τί δὲ ἀρετή; καὶ τί μὲν τὸ δαιμόνιον, πῶς δὲ τιμητέον; οὐ γὰρ τῷ κυάμῳ λαχόντες δικασταὶ χίλιοι ταῦτα ἐξετάζουσιν, οὐδὲ Σόλων τὶ ὑπὲρ αὐτῶν γέγραφεν, οὐδὲ οἱ Δράκοντος σεμνοὶ νόμοι˙ ἀλλὰ κλήσεις μέν, καὶ φάσεις, καὶ γραφαί, καὶ εὐθύναι, καὶ ἀντωμοσίαι, καὶ πάντα τὰ τοιαῦτα ἐν ἡλιαίᾳ εὐθύνεται, ὥσπερ ἐν ταῖς τῶν παίδων ἀγέλαις αἱ περὶ τῶν ἀστραγάλων διαμάχαι καὶ ῥητορικαί, ἀφαιρουμένων ἀλλήλους, καὶ ἀδικούντων, καὶ ἀδικουμένων˙ ἀλήθεια δὲ καὶ ἀρετὴ καὶ βίος ὀρθὸς ἑτέρων δικαστῶν δεῖ, καὶ νόμων ἑτέρων, καὶ ῥητόρων ἑτέρων, ἐν οἷς Σωκράτης ἐκράτει, καὶ ἐστεφανοῦτο, καὶ εὐδοκίμει.
(6) πῶς οὖν οὐκ ἂν ἦν καταγέλαστος γέρων ἀνὴρ καὶ φιλόσοφος συναστραγαλίζων τοῖς παισίν; ἢ τίς πώποτε ἰατρὸς ἔπεισεν τοὺς πυρέττοντας, ὅτι ἀγαθὸν τὸ διψῆν καὶ λιμώττειν; ἢ τίς τὸν ἀκόλαστον, ὅτι πονηρὸν ἡδονή; ἢ τίς τὸν χρηματιστήν, ὅτι οὐδενὸς ἀγαθοῦ ἐφίεται; ἦ γὰρ ἂν καὶ τοῦτο Σωκράτης οὐ χαλεπῶς ἔπεισεν τοὺς Ἀθηναίους, ὡς οὐκ ἔστιν διαφθορὰ νέων ἀρετῆς ἐπιτήδευσις, οὐδὲ ἡ τοῦ θείου γνῶσις περὶ δαίμονας παρανομία. καὶ γὰρ ἤτοι συνηπίσταντο ταῦτα τῷ Σωκράτει, ἢ ὁ μὲν ἠπίστατο, οἱ δὲ ἠγνόουν. καὶ εἰ μὲν ἠπίσταντο, τί ἔδει λόγων πρὸς τοὺς εἰδότας; εἰ δὲ ἠγνόουν, οὐκ ἀπολογίας αὐτοῖς, ἀλλ'ἐπιστήμης ἔδει. τὰς μὲν γὰρ ἄλλας ἀπολογίας μάρτυρες ἀποφαίνουσιν, καὶ πίστις, καὶ ἔλεγχοι, καὶ τεκμήρια, καὶ βάσανοι, καὶ ἄλλα τοιαῦτα, ἵνα τὸ ἀφανὲς τέως ἐπὶ δικαστηρίου φωραθῇ˙ ἀρετῆς δὲ καὶ καλοκαγαθίας ὁ ἔλεγχος εἷς, ἡ πρὸς ταῦτα αἰδώς, ἧς ἐξεληλαμένης τότε Ἀθήνηθεν, τί ἔδει τῷ Σωκράτει λόγου; νὴ Δία, ἵνα μὴ ἀποθάνῃ.
(7) ἀλλ'εἰ τοῦτο ἐξ ἅπαντος ἠυλαβεῖτο ἕν τῷ ἀγαθῷ ἀνδρί, ὥρα ἦν Σωκράτει μὴ τοῖς Ἀθηναίων δικασταῖς ἀπολογεῖσθαι, ἀλλὰ μήτε Μελήτῳ ἀπεχθάνεσθαι, μήτε ἐλέγχειν Ἄνυτον, μήτε παρέχειν πράγματα τοῖς ἁμαρτάνουσιν Ἀθηναίων, μηδὲ περϊιέναι τὴν πόλιν, ἐντυγχάνοντα πάσαις ἀνδρῶν καὶ τύχαις καὶ τέχναις καὶ ἐπιτηδεύμασιν καὶ ἐπιθυμίαις, σωφρονιστὴν κοινὸν πικρὸν καὶ ἀπαραίτητον, μηδὲν ταπεινόν, μηδὲ θωπικόν, μηδὲ ἀνδραποδῶδες, μηδὲ ὑφειμένον πρὸς μηδένα λέγοντα. εἰ δὲ θανάτου μὲν ἤδη τὶς καὶ ἐν πολέμῳ κατεφρόνησεν, καὶ κυβερνήτης ἐν θαλάττῃ, ὀρέγονται δὲ ἕκαστοι τῶν ἐν ταῖς τέχναις ἀποθνήσκειν καλῶς σὺν τῇ τέχνῃ˙ ἦπου τὸν φιλόσοφον ἔδει λιποτάκτην γενέσθαι καὶ λιπόνεων καὶ φιλόψυχον, ῥίψαντα τὴν ἀρετὴν ὡς ἐν πολέμῳ ἀσπίδα. καὶ ταῦτα δρῶντα τίς ἂν αὐτὸν δικαστὴς ἐπἡ?νεσεν; ἢ τίς ἂν ἠνέσχετο τὸν Σωκράτην ἑστῶτα ἐν δικαστηρίω ταπεινὸν καὶ ἐπτηχότα, καὶ τὴν ἐλπίδα τοῦ ζῆν ἐρανιζόμενον παρ'ἄλλων; τοῦτο γάρ που τῆς ἀπολογίας τὸ σχῆμα ἦν. ἢ λέγειν ἐχρῆν, ταπεινὸν δὲ οὐδέν, οὔτε ἐπτηχός, οὔτε ὑφειμένον, ἀλλ'ἐλεύθερόν τι καὶ ἄξιον φιλοσοφίας; οὐκ ἀπολογίαν μοι λέγεις, ἀλλ'ὀργῆς ζωπύρωσιν καὶ φλεγμονήν. πῶς γὰρ ἂν ἤνεγκεν τοιαύτην ἀπολογίαν δικαστήριον πονηρὸν καὶ δημοκρατικόν, καὶ ἐκδεδιῃτημένον ὑπ'ἐξουσίας, καὶ ἀνήκοον παρρησίας, καὶ κολακείᾳ διηνεκεῖ κεχρημένον; οὐ μᾶλλον ἢ ἀκόλαστον συμπόσιον νήφοντα ἄνδρα ἀφαιρούμενον μὲν τὸν κρατῆρα, ἀπάγοντα δὲ τὴν αὐλητρίδα, καθαιροῦντα δὲ τοὺς στεφάνους, παύοντα δὲ τὴν μέθην. τοιγαροῦν ἐσιώπησεν ὁ Σωκράτης ἀσφαλῶς, ὅπου λέγειν οὐκ ἐξῆν καλῶς, φυλάξας μὲν τὴν ἀρετήν, φυλαξάμενος δὲ τὴν ὀργήν, καὶ παρασχὼν τοὔνειδος αὐτοῖς πικρόν, ὅτι καὶ σιωπῶντος αὐτοῦ κατεδίκασαν.
(8) πάνυ γοῦν ἔδει τοῖς τότε Ἀθηναίων δικασταῖς λόγων. Σωκράτη γὰρ ἑβδομήκοντα μὲν ἐτῶν χρόνος, καὶ ἐν τούτῳ φιλοσοφία καὶ ἀρετὴ διηνεκής, καὶ ἄπταιστος βίος καὶ ύγιής, καὶ δίαιτα εἰλικρινής, καὶ ὁμιλίαι χρησταί, καὶ ἐντεύξεις ὠφέλιμοι, καὶ συνουσίαι ἀγαθαί, ταῦτα μὲν αὐτὸν οὐκ ἐξείλετο ἐκ τοῦ δικαστηρίου, καὶ τοῦ δεσμωτηρίου, καὶ τοῦ θανάτου, ἀμφορεὺς δὲ ἔμελλεν διαμετρηθεὶς πρὸς ῥητορείας καιρὸν βραχὺς ῥύσεσθαι τὸν Σωκράτην; ἀλλ'οὔτε ἠδύνατο, οὔτε δυνάμενος, ἐδέξατο ἂν ὁ Σωκράτης. ἄπαγε, ὧ Ζεῦ καὶ Θεοί, ὅμοιον ὡς εἰ καὶ Λεωνίδην τὸν Σπαρτιάτην ἐκεῖνον ἠξίωσεν ἄν τις παραστὰς τοιοῦτος σύμβουλος ὑποχωρῆσαι βραχύ, καὶ ἐνδοῦναι τῇ Ξέρξου ἐμβολῇ, ὡς συκοφάντῃ ὡπλισμένῳ˙ ὁ δὲ οὐκ ἐδέξατο, ἀλλ'αὐτοῦ κεῖσθαι σὺν τῇ ἀρετῇ καὶ τοῖς ὅπλοις μᾶλλον, ἢ ζῶν δεῖξαι τὰ νῶτα βασιλεῖ βαρβάρῳ. τί τοίνυν ἦν ἄλλο ἡ Σωκράτους ἀπολογία, ἣ νώτων ἀποστροφή, καὶ φυγὴ βλημάτων, καὶ εὐπρεπὴς δειλία; τοιγαροῦν ἔμεινεν, καὶ τὴν ἐμβολὴν ἐδέξατο, καὶ ἠρίστευσεν˙ Ἀθηναῖοι δὲ ὤ?οντο αὐτοῦ καταψηφίζεσθαι. καὶ γὰρ Ξέρξης ὤ?ετο νικᾶν Λεωνίδην, ἀλλὰ Λεωνίδης μὲν ἀπέθνησκεν, Ξέρξης δὲ ἡττᾶτο˙ καὶ Σωκράτης μὲν ἀπέθνησκεν, Ἀθηναῖοι δὲ κατεδικάζοντο, δικαστὴς δὲ ἦν αὐτοῖς θεὸς καὶ ἀλήθεια. ἡ δὲ Σωκράτους κατὰ Ἀθηναίων γραφή˙ ἀδικεῖ ὁ Ἀθηναίων δῆμος, οὓς μὲν Σωκράτης νομίζει θεούς, οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια ἐπεισφέρων˙ Σωκράτης μὲν γὰρ νομίζει Ὀλύμπιον τὸν Δία, Ἀθηναῖοι δὲ Περικλέα˙ καὶ Σωκράτης μὲν πιστεύει τῷ Ἀπόλλωνι, Ἀθηναῖοι δὲ αὐτῷ ἀντιψηφίζονται. ἀδικεῖ δὲ ὁ δῆμος καὶ τοὺς νέους διαφθείρων˙ οὗτος καὶ Ἀλκιβιάδην διέφθειρεν, καὶ Ἱππόνικον, καὶ Κριτίαν, καὶ ἄλλους μυρίους. ὤ γραφῆς ἀληθοῦς, καὶ δικαίου δικαστηρίου, καὶ καταδίκης πικρᾶς, ὑπὲρ μὲν Διὸς ἀσεβουμένου λοιμὸς ἦλθε καὶ ἐκ Πελοποννήσου πόλεμος˙ ὑπὲρ δὲ νέων διαφθειρομένων Δεκέλεια, καὶ ἡ ἐν Σικελίᾳ τύχη, καὶ ἐν Ἑλλησπόντῳ συμφοραί. οὕτω δικάζει θεός, οὕτω καταψηφίζεται.