Transcription of I-F,6

I F 6

I F 6 SOCRAT. EPIST. VI (Σωκράτους):
(1) τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες, τὸ μὲν ἐπιζητεῖν ἐνίους οὐδὲν ἴσως ἄτοπον, τί πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν, οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν φίλων, ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι˙ τὸν δ' οὕτω διακείμενον οὐδὲν θαυμαστὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι. (2) χρὴ δὲ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσεπιθεωρεῖν βίον καὶ εἰ περὶ τὴν χρῆσιν τῶν σωμάτων διαφέροντες φανούμεθα μὴ θαυμάζειν, ὅτι καὶ περὶ τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι˙ οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος. ὅσοι δὲ πολυτελείας μὲν τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ, ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀποῤῥήτοις ἡδοναῖς, (3) καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν ἀπολωλεκότες - ἣν εἰκὸς περιγίνεσθαι ἑκάστῳ -, εἰς τὴν ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιάσεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν προκαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει˙ οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπ' ὀλίγων, οὔτε πλεῖον ἀποδέχεσθαι ἄλλους οὗτοι ἐθέλουσι μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος˙ καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει, οὐκ ἂν ἰσχυρισαίμην˙ ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς οἶδα. (4) πολλάκις δὲ καὶ περὶ τοῦ θεοῦ κατ' ἐμαυτὸν ἐννοούμενος καθ' ὅ τι εὐδαίμων εἴη καὶ μακάριος, ὁρῶ τῷ μηδενὸς δεῖσθαι αὐτὸν ὑπερβάλλοντα ἡμᾶς. φύσεως γὰρ λαμπροτάτης ἐκεῖνο ἦν οὐ πολλῶν δεόμενον ἑτοίμως ἔχειν ἀπολαύειν. καίτοι σοφώτερόν τε εἶναι εἰκὸς, ὅστις ἑαυτὸν ἀπεικάζει τῷ σοφωτάτῳ, καὶ μακαριώτατον ὑπάρχειν, ὃς ἂν ὅτι μάλιστα ἐξομοιωθῇ τῷ μακαρίῳ. τοῦτο δὲ εἰ μὲν πλοῦτος ποιεῖν ἐδύνατο, πλοῦτόν γ' ἂν ἐχρῆν αἱρεῖσθαι˙ ἐπεὶ δὲ ἀρετὴ μόνη φαίνεται παρασκευάζειν, εὔηθες ἀφέντας τὸ ὂν ἀγαθὸν τὸ δοκοῦν μεταδιώκειν. (5) ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτω βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥᾳδίως μεταπείσειε. περὶ δὲ τῶν παίδων 〈καὶ〉 ὅπερ ἔφησθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας ἐγὼ νομίζω φρονεῖν εὖ˙ τὸν δὲ νοῦ μὲν μὴ μετειληφότα, χρυσίῳ δὲ πιστεύοντα καὶ ἀργυρίῳ, πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρχειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὃ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας εἰ καὶ μὴ νῦν, αὖθις ποτὲ φρονήσει, ὃ δὲ τὰ μὲν ὑπ' οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθινῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας φθειρόμενος πρὸς οἷς ἠτύχει ἤδη, τῶν ὄντως ἀνθρωπίνων ἀγαθῶν, προσαπεστέρηται 〈καὶ〉 τὴν ὑπὲρ τῶν μελλόντων χρηστὴν ἐλπίδα. (6) οὐδὲ γὰρ σωθῆναι οἷόν τέ ἐστι τῷ τοιούτῳ πρὸς ἀρετήν, κατεχομένῳ μὲν ὑπὸ κολακείας ἀνθρώπων ὁμιλῆσαι δεινῶν, κατεχομένῳ δὲ ὑπὸ γοητείας ἡδονῶν, αἳ κατὰ πᾶν αἰσθητήριον προσβάλλουσαι τῇ ψυχῇ πᾶν, εἴ τι καλὸν ἢ σωφρονικὸν ἐν αὐτῇ ἠρέμα ἐξελαύνουσι. τίς οὖν ἀνάγκη παισὶν αἰτίαν καταλιπεῖν ἀφροσύνης μᾶλλον ἢ παιδεύσεως οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις δηλώσαντας, ὅτι ἐν σφίσιν αὐτοῖς τὰς ἀπ' αὐτῶν ἔχουσιν ἐλπίδας καὶ μὴ γενομένοις ἀγαθοῖς οὐδὲ ζῆν καταλείπεται, ἀλλὰ λιμῷ φθαρέντες οἰκτρῶς τελευτήσουσι πρέπουσαν ἀργίᾳ δίκην ἐκτίνοντες; (7) καίτοιγε ὁ νόμος μέχρι ἥβης κελεύει παῖδα ἐκτρέφεσθαι ὑπὸ γονέων. ὑμεῖς δ', ἴσως εἴποι τις ἂν ἀνὴρ πολιτικὸς ἀγανακτῶν πρὸς τοὺς ἑαυτοῦ υἱεῖς κληρονομεῖν ἐπιθυμοῦντας, οὐδὲ τελευτῶντος ἀφέξεσθαί μου διανοεῖσθε, ἀλλὰ καὶ τεθνεῶτα τροφὰς οἱ ζῶντες αἰτήσετε καὶ οὐκ αἰσχυνεῖσθε θανάτου ζωὴν ἀπρακτοτέραν βιοῦντες; ἀλλὰ τὰ μὲν ἐμὰ περιττεύειν καὶ μετὰ θάνατον ἀξιοῦτε ἑτέροις τὰ δ' ὑμέτερα ὑμῖν οὐδ' εἰς τὸ ζῆν ἐξαρκέσει. (8) ἐκεῖνος μὲν οὖν σκαιῶς ἴσως πρὸς τοὺς ἑαυτοῦ παῖδας χρήσεται τοῖς λόγοις πατρικὴν ἅμα πολιτικῇ παῤῥησίᾳ ἄγων. τὰ δ' ἐμὰ λόγων μὲν ἕνεκα ἐπιεικέστερα ὄντα τυγχάνει, ἔργῳ δὲ οὐ πόῤῥω φαίνεται πλουτούντων ἀποστατεῖν. ὅθεν ἐγὼ χρυσίον μὲν οὐ καταλείψω τοῖς ἐμαυτοῦ παισί, τοῦ δὲ χρυσοῦ κτῆμα τιμιώτερον, φίλους ἐπιεικεῖς˙ οὓς φυλάττοντες μὲν οὐδενὸς ἐλλειφθήσονται τῶν ἀναγκαίων, κακῶς δὲ τὰ περὶ τοὺς φίλους μεταχειρίσαντες εὔδηλον, ὡς τά γε χρήματα πολὺ κάκιον διοικήσουσιν. (9) εἰ δέ σοι τὰς ἐνίων ὀλιγωρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι, πρῶτον μὲν ἐκεῖνο ὅρα, ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους (εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν προνοοῦσιν) ἔπειθ', ὅτι τοὺς ἡμετέρους τούτων εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνεληλυθότας, οὐδὲ νῦν μόνον, ἀλλὰ καὶ τότε τῆς παρ' ἡμῶν οὐχ ἧττον ὠφελείας ἀπολαύοντας. τῆς 〈μὲν〉 οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυχρόνιοι δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοιβήν. (10) τὰ δ' ἐμὰ μαντεύομαι προκόπτουσι τοῖς ἑταίροις καλλίω φανεῖσθαι˙ διόπερ οὐδὲ μισθοὺς αὐτοὺς εἰσπράττομαι, ὅτι οὐδὲν ἔχω πρέπον ἀντικατάλλαγμα φιλοσοφίας ἄλλο πλὴν φιλίαν, καὶ ὅτι οὐχ ὥσπερ οἱ σοφισταὶ κἀγὼ δέδοικα περὶ τῶν ἰδίων. † παλαιούμενα γὰρ ἔννοα † γίνεται καὶ πρὸς 〈τὸ〉 γῆρας μᾶλλον ἀναθεορεῖσθαι φιλεῖ. † ὅθεν αὐτά τε μάλιστα ὑπὸ τῶν μαθόντων στέργεται τότε, καὶ ὁ γεννήσας αὐτὰ † πατὴρ † ἐπιποθεῖται˙ περιὼν μὲν οὖν τιμῆς τυγχάνει, τελευτήσας δὲ μνήμης ἀξιοῦται˙ κἂν τῶν οἰκείων τινὰ ἀπολελοιπὼς ᾖ, τοῦδε ὡς υἱέος ἢ ἀδελφοῦ κήδονται, πᾶσαν εὔνοιαν εἰς αὐτὸν ἐνδεικνύμενοι, τρόπον τινὰ ἕτερον συγγενείας τῆς κατὰ φύσιν συνανηρτημένοι αὐτῷ. (11) οὔκουν δύνανται, οὐδ' εἰ βούλοιντο, κακῶς πράττοντα αὐτὸν παρεξιέναι, ὥσπερ οὐδὲ τοὺς κατὰ γένος προσήκοντας ὑπερορᾶν οἷοί τέ ἐσμεν. τὸ γὰρ ἐν τῇ ψυχῇ συγγενὲς ἅτε ἐκ τοῦ αὐτοῦ πατρὸς ἀδελφὸν γεγενημένον, ἀναγκάζει σφᾶς βοηθεῖν τῷ τοῦ τετελευτηκότος υἱεῖ ὑπομιμνῆσκον τοῦ πατρὸς καὶ τὴν ἐκείνου ὀλιγωρίαν σφετέραν ἀτιμίαν τιθέμενον. ὅρα οὖν, εἴ σοι δόξω ἔτι ἢ τἀμαυτοῦ κακῶς οἰκονομεῖν ἢ 〈τὰ〉 τῶν παιδίων, ὅπως μηδὲν ὑστερήσωσι τῶν ἀναγκαίων ἐμοῦ τελευτήσαντος ὀλιγωρεῖν, ὃς οὐδὲ χρήματα αὐτοῖς, ἀλλὰ καὶ τοὺς τῶν χρημάτων καὶ αὐτῶν ἐκείνων ἐπιμελησομένους καταστησάμενος καταλείπω. (12) καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος˙ ὁ δὲ δόκιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχάνει τοῦ δοκίμου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις, ἀλλὰ τοῖς βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον, ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνίνησι, πλεῖστα συμβάλλεται. τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατ' ὄψιν ἐντυχόντες ἀλλήλοις ἐπισκεψόμεθα˙ πρὸς ἃ δὲ ἐπιζητεῖς νῦν ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως.