Transcription of I-F,7

I F 7

I F 7 SOCRAT. EPIST. VII (Σωκράτους):
(1) σὲ μὲν οὐ θαυμαστὸν ἐπιστέλλειν ὑπὲρ ὧν γράφεις˙ τὴν γὰρ αὐτὴν ὑπολαμβάνεις γνώμην, ἣν παρόντος σου πρὸς ἡμᾶς εἶχον καὶ νῦν ἀπόντος 〈σου〉 φυλάττειν ἔτι τοὺς τριάκοντα ἐμοὶ δὲ συνέβη μετὰ τὴν σὴν ἀποχώρησιν εὐθέως ὑποπτευθῆναι καί τις λόγος ἐν αὐτοῖς διῆλθεν, ὡς οὐ χωρὶς Σωκράτους ταῦτ' εἴη πεπραγμένα. ἡμέραις δ' οὐ πολλαῖς ὕστερον ἀνακαλεσάμενοί με εἰς τὴν θόλον ἦγον καὶ περὶ τούτων ἐμέμφοντο˙ καὶ ἐμοῦ ἀπολογουμένου ἰέναι με ἐκέλευον εἰς Πειραιᾶ καὶ Λέοντα συλλαμβάνειν. ἦν δὲ ἡ γνώμη αὐτῶν ἐκεῖνον μὲν ἀποκτιννύναι καὶ τὰ χρήματα αὐτοὺς ἔχειν, ἐμὲ δὲ κοινωνὸν ποιεῖσθαι τοῦ ἀδικήματος. (2) παραιτουμένου δέ μου καί τι τοιοῦτον εἰπόντος, ὡς οὐκ ἂν ἑκών ποτε ἔργῳ ἐπιγραφείην ἀδίκῳ, παρὼν ὁ Χαρικλῆς καὶ ἰδίᾳ ἀγανακτήσας˙ ἦπου οὐδέν, ὦ Σώκρατες, ἔφη, ἡγῇ κακὸν δύνασθαι παθεῖν οὕτως αὐθαδῶς διαλεγόμενος; κἀγώ, μυρία μὲν οὖν, νὴ Δί', εἶπον, ὦ Χαρίκλεις, οὐ μέντοι τοσοῦτόν γε οὐδέν, ὁπηλίκον εἰ ἀδικήσω. ἀπεκρίνατο μὲν οὖν οὐκέτι οὐδὲ εἷς αὐτῶν˙ δοκοῦσι δέ μοι οὐχ ὁμοίως ἐξ ἐκείνου τοῦ χρόνου διακεῖσθαι.
(3) περὶ δὲ ὑμῶν οἱ παρόντες διήγγελλον κατὰ γνώμην ἄχρι νῦν χωρεῖν τὰ πράγματα. ἔλεγον γὰρ, ὅτι οἱ Θηβαῖοι καταφυγόντας ὑμᾶς ἀσμένως ἀπεδέξαντο καὶ κατιοῦσι πάσῃ προθυμίᾳ συλλαμβάνειν οἷοί τέ εἰσιν. ἐταράττοντο δὲ καὶ τῶν ἐνθαῦθά τινες τοῖς λόγοις τούτοις καὶ ὅτι καὶ τὰ ἐκ τῆς Λακεδαίμονος δυσελπιστότερα ἠγγέλλετο. ἔλεγον γὰρ οἱ μετὰ τῶν πρέσβεων ἐκεῖθεν ἥκοντες πολέμους τε καταλαβεῖν τοὺς Λακεδαιμονίους συνεστηκότας μεγάλους, καὶ τοὺς ἐφόρους περὶ τῆς ἐνθαῦθα ταραχῆς ἀκούοντας ἀγανακτεῖν οὐκ ἐπὶ ὀλέθρῳ λέγοντας αὐτοῖς παραδεδωκέναι τὴν πόλιν τοὺς Λακεδαιμονίους (τοῦτο μὲν γὰρ ἐξεῖναι καὶ σφίσι κρατήσασι πεποιηκέναι, εἰ ἐβούλοντο, τῶν συμμάχων Κορινθίων καὶ Θηβαίων τότε ἐναγόντων), ἀλλ' ὅπως αὐτοὶ τε πολιτεύσωνται ἐπιτηδείως ὀλιγαρχούμενοι καὶ τὰ κοινὰ διοικοῦντες βέλτιον ἢ ἐπὶ τῆς δημοκρατίας. (4) εἰ οὖν οὗτοι ἀληθῆ ταῦτα ἀπαγγέλλουσι καὶ τὰ ὑμέτερα οὕτως ὥς φασιν ἔχει, πολλὴ ἐλπὶς ὑμῶν μετὰ Θηβαίων ἀφικομένων, ἐκείνοις δὲ μὴ βοηθησάντων Λακεδαιμονίων, ῥᾳδίως καταστήσεσθαι τὰ ἐνθάδε. ὁμοῦ δὲ καὶ τῶν ἐπιχωρίων πολλοὶ, νῦν μὲν διὰ τὸ δεδοικέναι ἄγουσιν ἡσυχίαν˙ εἰ δὲ τῶν ὑμετέρων τι ἀλλαχόθεν παραφαίνεται βέβαιον, ἄσμενοι καταλείψουσι τὰ ἐνθαῦθα. ὅλως γὰρ οὐδὲν ὑγιὲς τῆς πολιτείας αὐτοῖς καταλείπεται, ἀλλ' ὑπὸ πολλῶν καὶ συνεχῶν ἀδικημάτων πάντα διέφθαρται, καὶ τὸ μὲν ἤδη παράπαν, τὸ καθ' ὑμᾶς μέρος ἀπέρρηκται, τὸ δέ, εἰ μικρᾶς ἔξωθεν ἀφορμῆς ἐπιλάβοιτο, ταὐτὸ πείσεται τῷ ὑμετέρῳ, ὥστε εἴπερ σοί ποτε ἄλλοτε, καὶ νῦν γέγονε δῆλον, ὅτι πάντων μέγιστον κακὸν ταῖς πόλεσίν ἐστιν ἡ τῶν ἀρχόντων πονηρία. (5) οὗτοι γοῦν οὕτως ἐοίκασιν ἐξηπατῆσθαι περὶ τὸ συμφέρον, ὥστε οὐδὲ διαφθειρόμενα ὁρῶντες τὰ πράγματα παύσασθαι ἐθέλειν˙ ἀλλ' οἷς ἐταράχθη πρότερον, τοῖς αὐτοῖς οἴονται καταστήσειν αὐτά φυγὰς καὶ δημεύσεις οὐσιῶν καὶ θανάτους ἀκρίτους ποιούμενοι. καὶ οὐχ ὁρῶσιν, ὅτι νοσημάτων πονηρὸς ἂν εἴη ἰατρὸς ὁ τὴν αὐτὴν τῷ συνεστηκότι αἰτίῳ ποιούμενος θεραπείαν. ἀλλὰ τὰ μὲν τούτων ἀνιάτως ἔχει˙ σὺ δὲ τῶν σαυτοῦ ἐπιμελόμενος ὀρθῶς ποιήσεις. μία γὰρ καὶ τοῖς ἐνθάδε ἐλπὶς ἦν, ἂν ὑμεῖς πράξητε κατὰ νοῦν, βαρείας πάνυ καὶ χαλεπῆς ἀπηλλάχθαι δεσποτείας.