Transcription of I-G,28

I G 28

I G 28 ORIGEN. contr. Cels. II 17:
σφόδρα δὲ μωρὸν καὶ τό˙ "τίς ἂν ἢ θεὸς ἢ δαίμων ἢ ἄνθρωπος φρόνιμος προειδὼς αὐτῷ τοιαῦτα συμβησόμενα οὐκ ἄν, εἴ γε ἐδύνατο, ἐξέκλινεν ἀλλὰ συνέπιπτεν οἷς προηπίστατο;" καὶ Σωκράτης γοῦν ἤδει τὸ κώνειον πιόμενος καὶ τεθνηξόμενος καὶ ἐδύνατο, εἴπερ ἐπείσθη τῷ Κρίτωνι, ὑπεξελθὼν τὴν φυλακὴν μηδὲν τούτων παθεῖν, ἀλλ' εἵλετο κατὰ τὸ φαινόμενον αὐτῷ εὔλογον κρεῖττον αὐτῷ εἶναι φιλοσόφως ἀποθανεῖν ἢ ἀφιλοσόφως ζῆν. cf. ibid. III 67 [ = III A 2].