Transcription of I-G,42

I G 42

I G 42 EUSEB. praep. evang. VIII 14, 21 p. 389 D - 390 A:
ἔτι νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ' ὅσα ἦ〈ν〉 παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν;