Transcription of II-S,11

II S 11

II S 11 ARISTOT. soph. elench. 11. 171 b 3-172 a 7:
ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστὶν ἀλλὰ πεῖραν λαμβάνοντος˙ ἡ γὰρ πειραστική ἐστι διαλεκτική τις καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν ἀγνοοῦντα καὶ προσποιούμενον. ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός, καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος συλλογιστικὸς περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι, κἂν ἀληθὲς τὸ συμπέρασμα ᾖ (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι), καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην. τὰ γὰρ ψευδογραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπὸ τὴν τέχνην οἱ παραλογισμοί) οὐδέ γ' εἴ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, οἷον τὸ Ἱπποκράτους ἢ ὁ τετραγωνισμὸς ὁ διὰ τῶν μηνίσκων. ἀλλ' ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον, εἰ καὶ τετραγωνίζεται ὁ κύκλος, ἀλλ' ὅτι οὐ κατὰ τὸ πρᾶγμα, διὰ τοῦτο σοφιστικός [. . . . .] 171 b 34: ὁ δ' ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμετρικόν˙ ἐκ γὰρ τῶν αὐτῶν τῷ διαλεκτικῷ παραλογίζεται, καὶ ὁ ψευδογράφος τῷ γεωμέτρῃ. ἀλλ' ὁ μὲν οὐκ ἐριστικός, ὅτι τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ˙ ὁ δ' ὑπὸ τὴν διαλεκτικὴν περὶ τἆλλα ὅτι ἐριστικὸς ἔσται δῆλον. οἷον ὁ τετραγωνισμὸς ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ Βρύσωνος ἐριστικός˙ καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ' ἢ πρὸς γεωμετρίαν μόνον, διὰ τὸ ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τὸν δὲ πρὸς πολλούς, ὅσοι μὴ ἴσασι τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον˙ ἁρμόσει γάρ. ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν.
[ALEX.] in Aristot. soph. elench. p. 76, 16-20:
ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ'ἄν τὸ πλῆρες τοιοῦτον˙ ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρά τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύσωνος τετραγονισμός.[. . . .] p. 90, 10-21: ἀλλ'ὁ τοῦ Βρύσωνος τετραγωνισμὸς τοῦ κύκλου ἐριστικός ἐστι καὶ σοφιστικός, ὅτι οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς γεωμετρίας ἀλλ'ἔκ τινων κοινοτέρων. τὸ γὰρ περιγράφειν ἐκτὸς τοῦ κύκλου τετράγωνον καὶ ἐντὸς ἐγγράφειν ἕτερον καὶ μεταξὺ τῶν δύο τετραγώνων ἕτερον τετράγωνον, εἶτα λέγειν ὅτι ὁ μεταξὺ τῶν δύο τετραγώνων κύκλος, ὁμοίως δὲ καὶ τὸ μεταξὺ τῶν δύο τετραγώνων τετράγωνον τοῦ μὲν ἐκτὸς τετραγώνου ἐλάττονά εἰσι τοῦ δὲ ἐντὸς μείζονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἐστὶν ἴσος ἄρα ὁ κύκλος καὶ τὸ τετράγωνον, ἔκ τινων κοινῶν ἀλλὰ καὶ ψευδῶν ἐστι, κοινῶν μέν, ὅτι καὶ ἐπ'ἀριθμῶν καὶ χρόνων καὶ τόπων καὶ ἄλλων κοινῶν ἁρμόσοι ἄν, ψευδῶν δέ, ὅτι ὀκτὼ καὶ ἐννέα τῶν δέκα καὶ ἑπτὰ ἐλάττονες καὶ μείζονές εἰσι καὶ ὅμως οὐκ εἰσὶν ἴσοι [. . .] p. 92, 2-10: ὁ δ'ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθήματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον˙ οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ'ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ'ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ'ἄλλην μετάγειν˙ τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλὰ ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ [cf. supra = II S 10] εἴρηται τῷ Ἀριστοτέλει, κτλ.
ANONYM. in Aristot. soph. elench. pp. 29, 38-30, 7:
ὁ δέ γε Βρύσων κατὰ κοινόν τι τετραγωνίζειν ἐπιχειρῶν καὶ οὐ κατὰ τὸ πρᾶγμα τὸ ὑποκείμενον μᾶλλον ἂν εἴη ἐριστικός˙ τετράγωνα γὰρ ἐκθέμενος ἐν κύκλῳ τρία, ὧν τὸ μὲν ἐγγράψας τὸ δὲ περιγράψας τὸ δὲ μεταξὺ διαγράψας, κοινοῖς ἔπειτα χρῆται λόγοις πρὸς τὴν ἀπόδειξιν οὐ μᾶλλον γεωμέτρῃ ἢ φυσικῷ ἢ ἑτέρῳ τῷ τῶν ἐπιστημόνων προσήκουσιν. ἐπειδὴ γάρ, φησί, τὸ μέσον τετράγωνον καὶ ὁ κύκλος τῶν παρ' ἑκάτερα τετραγώνων ἄμφω τοῦ μὲν μείζονα τοῦ δ' ἐλάττονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἀλλήλοις ἐστίν, ἴσος ἔσται καὶ ὁ κύκλος τῷ μέσῳ τετραγώνῳ. cf. p. 30, 37.