Transcription of II-S,9

II S 9

II S 9 ARISTOT. rhet. Γ 2. 1405 b 6-11:
κάλλος δὲ ὀνόματος τὸ μὲν, ὥσπερ Λικύμνιος λέγει, ἐν τοῖς ψόφοις ἢ τῷ σημαινομένῳ, καὶ αἶσχος δὲ ὡσαύτως. ἔτι δὲ τρίτον ὃ λύει τὸν σοφιστικὸν λόγον˙ οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν˙ τοῦτο γάρ ἐστιν ψεῦδος˙ ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον.
STEPH. in Aristot. rhet. p. 315, 2-4:
ματαίως δὲ ἔλεγεν ὁ Βρύσων, ὡς οὐκ ἔστιν αἰσχρολογεῖν˙ ἀντὶ γὰρ τῆσδε τῆς λέξεως εἰ εἴπω ἐτέραν λέξιν τὸ αὐτὸ δηλοῦσαν, οὐκ αἰσχρολογῶ.
ANONYM. in Aristot. rhet. pp. 171, 24-172, 2:
ὁ Βρύσων φιλόσοφος ἦν. ὁ Βρύσων ἔλεγε μηδένα αἰσχρολογεῖν καὶ ἀκαλλῶς λέγειν, εἴπερ ἀντὶ τοῦ εἰπεῖν τοῦδε εἴπῃ τόδε˙ ταὐτὸν γὰρ σημαίνειν καὶ τὸ τόδε καὶ τὸ τοῦδε ἔλεγε. καὶ οὕτως μὲν εὕρηται ἐν τοῖς ἀντιγράφοις τὸ "εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦ τοῦδε εἰπεῖν." σφάλμα δέ ἐστι γραφικὸν τὸ εἰπεῖν "ἀντὶ τοῦ τοῦδε˙" ἔδει γὰρ ἐιπεῖν "ἀντὶ τοῦ τόδε˙" καὶ ὅσα τῶν ἀντιγράφων εἰσὶ παλαιά, οὕτως εὕρηται ἔχοντα "εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν." cf. p. 258, 14-16.