Transcription of III-F,15

III F 15

DIOG. LAERT. II 139-140:
τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο [scil. Menedemus] τὸν τρόπον˙ προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας˙ ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας˙ ὥστ' εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου˙ εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, ἀνεχώρουν˙ εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον˙ προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου˙ τράγημα θέρμος ἢ κύαμος, ἔστι δ' ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὦχροι ἢ νὴ Δί' ἰσχάδες. (140) ἃ πάντα φησὶν ὁ Λυκόφρων ἐν τοῖς πεποιημένοις σατύροις αὐτῷ, οὓς Μενέδημος ἐπέγραψεν, ἐγκώμιον τοῦ φιλοσόφου ποιήσας τὸ δρᾶμα˙ ὧν καί τινά ἐστι τοιαυτί [Lycophron fr. 3 N.2]
ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ
αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δὲ
ὁ σωφρονιστὴς τοῖς φιληκόοις λόγος.
[ = ANTIGON. CARYST. p. 99 sq. Wil.; [HESYCH. MILES.] de vir. illustr. 42].
ATHEN. II 55 D:
Λυκόφρων δ' ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι, ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ' οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι [Lycophron fr. 2 N.2]
καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
ATHEN. X 419 E-420 C:
Ἀντίγονος δ' ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ' αὑτόν˙ κἆτ' ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους˙ ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ' ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. (420 A) ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ' ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον˙ προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ' ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους [Lycophron fr. 1 N.2
παῖδες κρατίστου πατρὸς ἐξωλέστατοι,
ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ˙
δεῖπνον γὰρ οὔτ' ἐν Καρίᾳ, μὰ τοὺς θεούς,
οὔτ' ἐν Ῥόδῳ τοιοῦτον οὔτ' ἐν Λυδίᾳ
κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν. καὶ προελθών [Lycophron fr. 2 N.2
ἀλλὰ κυλίκιον
ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου,
ἀτρέμα παρεξεστηκός˙ ὅ τ' ἀλιτήριος
καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον [Lycophron fr. 3 N.2
τράγημα γὰρ
ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.
ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον "ὁ ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος." [ = ANTIGON. CARYST. p. 99-101 Wil.].