Transcription of III-F,16

III F 16

III F 16 DIOG. LAERT. II 140-144:
τὰ μὲν οὖν πρῶτα κατεφρονεῖτο [scil. Menedemus], κύων καὶ λῆρος ὑπὸ τῶν Ἐρετριέων ἀκούων˙ ὕστερον δ' ἐθαυμάσθη, ὥστε καὶ τὴν πόλιν ἐγχειρίσασθαι. ἐπρέσβευσε δὲ καὶ [4] πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον, τιμώμενος πανταχοῦ˙ οὐ μὴν ἀλλὰ καὶ πρὸς Δημήτριον. καὶ τῆς πόλεως διακόσια τάλαντα τελούσης πρὸς ἔτος αὐτῷ, τὰ πεντήκοντα ἀφεῖλε˙ πρὸς ὃν διαβληθεὶς ὡς τὴν πόλιν [7] ἐγχειρίζων Πτολεμαίῳ ἀπολογεῖται δι' ἐπιστολῆς ἧς ἡ ἀρχή˙ (141) "Μενέδημος βασιλεῖ Δημητρίῳ χαίρειν. ἀκούω πρὸς σὲ ἀνατεθῆναι περὶ [9] ἡμῶν." λόγος δὲ διαβαλεῖν αὐτὸν τῶν ἀντιπολιτευομένων τινὰ Αἰσχύλον. δοκεῖ δ' ἐμβριθέστατα πρεσβεῦσαι πρὸς Δημήτριον ὑπὲρ τοῦ Ὠρωποῦ, ὡς καὶ Εὔφαντος ἐν Ἱστορίαις [12] [fr. 1 F.H.G. III p. 19 = 74 F 2 F.Gr.Hist. II A p. 132] μνημονεύει. ἠγάπα δὲ αὐτὸν καὶ Ἀντίγονος καὶ μαθητὴν ἀνεκήρυττεν αὑτόν. καὶ ἡνίκα ἐνίκα τοὺς βαρβάρους περὶ Λυσιμαχίαν, γράφει ψήφισμα αὐτῷ Μενέδημος ἁπλοῦν τε καὶ ἀκόλακον, οὗ ἡ ἀρχή˙ (142) "οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον. ἐπειδὴ βασιλεὺς Ἀντίγονος μάχῃ νικήσας τοὺς βαρβάρους παραγίνεται εἰς τὴν ἰδίαν, καὶ τὰ ἄλλα πάντα πράσσει κατὰ γνώμην, ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ . . ." διὰ ταῦτα δὴ καὶ τὴν ἄλλην φιλίαν ὑποπτευθεὶς προδιδόναι τὴν πόλιν αὐτῷ, διαβάλλοντος Ἀριστοδήμου ὑπεξῆλθε˙ καὶ διέτριβεν ἐν Ὠρωπῷ ἐν τῷ τοῦ Ἀμφιάρεω ἱερῷ˙ ἔνθα χρυσῶν ποτηρίων ἀπολομένων, καθά φησιν Ἕρμιππος [fr. 36 F.H.G. III p. 44 = fr. 38 Wehrli] δόγματι κοινῷ τῶν Βοιωτῶν ἐκελεύσθη μετελθεῖν. ἐντεῦθεν ἀθυμήσας λαθραίως παρεισδὺς εἰς τὴν πατρίδα καὶ τήν τε γυναῖκα καὶ τὰς θυγατέρας παραλαβὼν πρὸς Ἀντίγονον ἐλθὼν ἀθυμίᾳ τὸν βίον κατέστρεψεν. (143) φησὶ δ' Ἡρακλείδης [fr. 15 F.H.G. III p. 171; cf. Sotionis fr. 10 Wehrli] αὐτὸν πᾶν τοὐναντίον, πρόβουλον γενόμενον τῶν Ἐρετριέων πολλάκις ἐλευθερῶσαι τὴν πατρίδα ἀπὸ τῶν τυράννων ἐπαγόμενον Δημήτριον˙ οὐκ ἂν δὴ οὖν προδοῦναι αὐτὸν Ἀντιγόνῳ τὴν πόλιν, ἀλλὰ διαβολὴν ἀναλαβεῖν ψευδῆ˙ φοιτᾶν τε πρὸς τὸν Ἀντίγονον καὶ βούλεσθαι ἐλευθερῶσαι τὴν πατρίδα˙ τοῦ δὲ μὴ εἴκοντος ὑπ' ἀθυμίας ἀσιτήσαντα ἑπτὰ ἡμέρας τὸν βίον μεταλλάξαι. τὰ ὅμοια τούτῳ καὶ [32] Ἀντίγονος ὁ Καρύστιος [p. 102 Wil.] ἱστορεῖ. μόνῳ δὲ Περσαίῳ [fr. 460 S.V.F. I 102] διαπρύσιον εἶχε πόλεμον˙ ἐδόκει γὰρ Ἀντιγόνου βουλομένου τὴν δημοκρατίαν ἀποκαταστῆσαι τοῖς Ἐρετριεῦσι χάριν Μενεδήμου κωλῦσαι. (144) διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν ἐν λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καί, "φιλόσοφος μέντοι οὗτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος." ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην [deest in F.H.G.] τέταρτον καὶ ἑβδομηκοστὸν ἔτος βιούς, καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον [Anth. Plan. V 40]˙
ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης
ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων.
κᾆτ' ἔργον ἔρεξας Ἐρετρικόν, ἀλλ' ὅμως ἄνανδρον˙
ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε.