Transcription of III-F,19

III F 19

III F 19 SIMPLIC. in Aristot. phys. p. 91, 28-33:
οἱ δὲ ἐκ τῆς Ἐρετρίας οὕτως τὴν ἀπορίαν ἐφοβήθησαν ὡς λέγειν μηδὲν κατὰ μηδενὸς κατηγορεῖσθαι, ἀλλ' αὐτὸ καθ' αὑτὸ ἕκαστον λέγεσθαι, οἷον ὁ ἄνθρωπος ἄνθρωπος, καὶ τὸ λευκὸν λευκόν. καὶ οὐδὲ οὗτοι μὲν ἐξέφυγον τὴν ἀπορίαν. καὶ γὰρ ὁ ἄνθρωπος πολλά ἐστι καὶ τὸ λευκὸν πολλά, ὡς οἱ ὁρισμοὶ δηλοῦσι [cf. p. 93, 32-94, 4].
SIMPLIC. in Aristot. categ. p. 216, 12-4:
διὸ καὶ οἱ ἀπὸ τῆς Ἐρετρίας ἀνῄρουν τὰς ποιότητας ὡς οὐδαμῶς ἐχούσας τι κοινὸν οὐσιῶδες, ἐν δὲ τοῖς καθ' ἕκαστα καὶ συνθέτοις ὑπαρχούσας.