Transcription of III-F,2

III F 2

III F 2 PLUTARCH. de tranq. an. 13 p. 472 E:
καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, "τί οὖν" ἔφη "θαυμαστόν εἰ πλείονές εἰσιν οἱ λούεσθαι τῶν ἀλείφεσθαι [4] βουλομένων;"
PLUTARCH. de prof. in virt. 10 p. 81 E:
εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι˙ καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, τοῦ δὲ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους.