Transcription of III-H,1

III H 1

III H 1 ATHEN. IV 162 E-163 A:
Κτησίβιος δ' ὁ Χαλκιδεὺς ὁ [2] Μενεδήμου γνώριμος, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς βίοις [p. 102 Wil.], ἐρωτηθεὶς ὑπό τινος τί περιγέγονεν ἐκ φιλοσοφίας αὐτῷ, ἔφη˙ "ἀσυμβόλῳ δειπνεῖν." διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη [fr. 16 Diels].
δειπνομανές, νεβροῦ ὄμματ' ἔχων, κραδίην δ' ἀκύλιστον.
ἦν δ' εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον˙ διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν.