Transcription of IV-A,144

IV A 144

IV A 144 DIOG. LAERT. II 83-85:
τοῦ δὴ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ˙ ἓν δὲ ἐν ᾧ διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι [ = EUDOC. violar. 175 p. 123, 11-15] οἵδε˙ Ἀρτάβαζος,
Πρὸς τοὺς ναυαγούς,
Πρὸς τοὺς φυγάδας,
Πρὸς πτωχόν,
Πρὸς Λαΐδα,
Πρὸς Πρῶρον,
Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου,
Ἑρμείας,
Ἐνύπνιον,
Πρὸς τὸν ἐπὶ τῆς κύλικος,
Φιλόμηλος,
Πρὸς τοὺς οἰκείους,
Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας,
Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ,
Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα,
Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν,
Ἐρώτησις,
Ἄλλη Ἐρώτησις,
Χρεία πρὸς Διονύσιον,
Ἄλλη ἐπὶ τῆς εἰκόνος,
Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός,
Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι,
Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα.
ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι, οἱ δ' οὐδ' ὅλως γράψαι˙ ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος [fr. 18 F.H.G. IV p. 503].
κατὰ δὲ Σωτίονα ἐν δευτέρῳ [fr. 16 Wehrli ] καὶ Παναίτιον [fr. 123 van Straaten ] ἔστιν αὐτῷ συγγράμματα τάδε˙
Περὶ παιδείας,
Περὶ ἀρετῆς,
Προτρεπτικός,
Ἀρτάβαζος,
Ναυαγοί,
Φυγάδες,
Διατριβῶν ἕξ,
Χρειῶν τρία,
Πρὸς Λαΐδα,
Πρὸς Πῶρον,
Πρὸς Σωκράτην,
Περὶ τύχης.
de Aristippi scriptis, cf. DIOG. LAERT. II 64 [ = I H 17].