Transcription of IV-A,169

IV A 169

IV A 169 GALEN. de plac. Hipp. et Plat. IX p. 799, 16-800, 16 Mueller:
καὶ γὰρ καὶ ταῦτα καὶ ἄλλα πολλὰ [scil. de rerum natura studia] τελέως ἄχρηστά ἐστιν εἰς τὰς ἠθικάς τε καὶ πολιτικὰς ὀνομαζομένας ἀρετάς τε καὶ πράξεις, ὥσπερ γε καὶ εἰς τὰς τῶν ψυχικῶν παθῶν ἰάσεις. καὶ γέγραπται περὶ αὐτῶν ὑπὸ Ξενοφῶντος ἄριστα, μὴ μόνον αὐτοῦ τῆς ἀχρηστίας κατεγνωκότος, ἀλλὰ καὶ Σωκράτην φάσκοντος οὕτω φρονεῖν. ὁμολογοῦσι δὲ αὐτῷ καὶ οἱ ἄλλοι τοῦ Σωκράτους ἑταῖροι καὶ Πλάτων αὐτός, ὃς τὴν φυσικὴν θεωρίαν τῇ φιλοσοφίᾳ προσθεὶς Τιμαίῳ ἀναφέρει τὸν περὶ αὐτῆς λόγον, οὐχὶ Σωκράτει, κτλ. cf. DIOG. LAERT. II 92 [ = IV A 172].