Transcription of IV-A,17

IV A 17

IV A 17 ATHEN. VIII 343 C-D:
ἀλλὰ μὴν καὶ Ἀρίστιππος ὁ Σωκρατικὸς ὀψοφάγος ἦν˙ ὅστις καὶ ὑπὸ Πλάτωνός ποτε ὀνειδιζόμενος ἐπὶ τῇ ὀψοφαγίᾳ, ὥς φησι Σωτίων [fr. 4 Wehrli] καὶ Ἡγήσανδρος, [. . .] γράφει δὲ οὕτως ὁ Δελφός [fr. 17 F.H.G. IV p. 416]˙ Ἀρίστιππος Πλάτωνος ἐπιτιμήσαντος αὐτῷ διότι πολλοὺς ἰχθῦς ἠγόρασε, δυεῖν ὀβολοῖν ἔφησεν ἐωνῆσθαι. τοῦ δὲ Πλάτωνος εἰπόντος διότι καὶ αὐτὸς ἂν ἠγόρασα τοσούτου, "ὁρᾷς οὖν," εἶπεν, "ὦ Πλάτων, ὅτι οὐκ ἐγὼ ὀψοφάγος, ἀλλὰ σὺ φιλάργυρος." cf. infra IV A 70.
GNOM. VAT. 743 n. 40:
ὁ αὐτὸς [scil. Aristippus] ἐπιλαμβανομένου αὐτοῦ ποτε Πλάτωνος [ἐπὶ] τῶν δώδεκα δραχμῶν πολυτελῆ ἰχθὺν πρίασθαι ἠρώτησεν, εἰ αὐτὸς ἂν δραχμῆς τὸν αὐτὸν ἰχθὺν ὠνήσατο˙ τοῦ δὲ συνθεμένου ἔφη μηδὲ αὑτῷ πολλοῦ καθεστηκέναι. "ὅ γάρ ἐστι Πλάτωνι ἡ μία δραχμή, τοῦτο Ἀριστίππῳ αἱ [13] δώδεκα."
DIOG. LAERT. II 66:
τοῦτόν [scil. Aristippum] φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι˙ αἰτιασαμένου δέ τινος, "σὺ δ' οὐκ ἄν", εἶπεν, "ὀβολοῦ τοῦτον ἐπρίω;" ἐπινεύσαντος δέ, [16] "τοσοῦτον, ἔφη, ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί."
DIOG. LAERT. II 76-77:
Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, "δύνασαι," φησὶ [scil. Aristippus], "καὶ σὺ σήμερον μεθ' ἡμῶν γενέσθαι;" τοῦ δ' ἐπινεύσαντος "τί οὖν," ἔφη, "ἐμέμφου; ἔοικας γὰρ οὐ τὴν ὀψωνίαν ἀλλὰ τὸ ἀνάλωμα αἰτιᾶσθαι." [ = ARSEN. p. 116, 1-6; cf. infra IV A 118].