Transcription of IV-A,170

IV A 170

IV A 170 ARISTOT. metaph. B 2. 996 a 32-996 b 1:
ὥστε διὰ ταῦτα τῶν σοφιστῶν τινὲς οἷον Ἀρίστιππος προεπηλάκιζεν αὐτάς [scil. mathematicas]. ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις, καὶ ταῖς βαναύσοις, οἷον ἐν τεκτονικῇ καὶ σκυτικῇ, διότι βέλτιον ἢ χεῖρον λέγεσθαι πάντα, τὰς δὲ μαθηματικὰς οὐθένα ποιεῖσθαι λόγον περὶ ἀγαθῶν καὶ κακῶν.
ALEX. in Aristot. metaph. p. 182, 30-38:
εἰπὼν δὲ περὶ τῶν μαθηματικῶν ὅτι μή ἐστιν ἐν αὐτοῖς τὸ τελικὸν αἴτιον, ὅπερ ἐστὶ τὸ ἀγαθόν, εἰς βεβαίωσιν τούτου παρατίθεται τὴν κατὰ τοὺς σοφιστὰς ἱστορίαν, καὶ Ἀριστίππου μνημονεύει, ὃς καὶ αὐτὸς ὁμοίως ἄλλοις τισὶ τῶν σοφιστῶν ἔλεγε τὰς μαθηματικὰς ἐπιστήμας, ὡς καὶ τῶν εὐτελεστάτων τεχνῶν καταδεεστέρας˙ ἐκείνων μὲν γὰρ ἑκάστης εἶναί τι τέλος καὶ ἀγαθὸν προσκείμενον καὶ μεμνῆσθαι αὐτὰς ἐν τοῖς γιγνομένοις ὑπ' αὐτῶν τοῦ ὅτι βέλτιον γὰρ οὕτως, τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν αἴτιον τοιοῦτον μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν.
SYRIAN. in Aristot. metaph. p. 14, 31-34:
γελοῖος δὲ καὶ Ἀρίστιππος μαγειρικὴν μὲν οἰόμενος τέλους τινὸς ἕνεκα τοιόνδε παρασκευάζειν ὄψον, τὰς δὲ μαθηματικὰς εἰς ἀληθῆ συμπεράσματα <ἀπὸ> ἐπιστημονικῶν προτάσεων καταντώσας ἀεὶ μὴ νοῦ γεννήματα καὶ μιμήματα νομίζων δεικνύναι τὰ πράγματα περὶ ἃ διατρίβουσι.
ASCLEP. in Aristot. metaph. p. 150, 20-26:
ὥστε οὐχ ὁρᾷ πρὸς τέλος τι ὁ μαθηματικὸς καθὸ μαθηματικός. καὶ διὰ ταῦτα Ἀρίστιππος ὁ σοφιστὴς προεπηλάκιζε τὰ μαθήματα, ὡς δῆθεν τῆς ὀψοποιίας ἐχούσης τέλος, τῶν δὲ μαθημάτων μὴ ἐχόντων τέλος. ἔλεγε γὰρ ὅτι πᾶσαι αἱ ἄλλαι τέχναι καὶ αἱ βάναυσοι ἀγαθοῦ τινος ἕνεκα ποιοῦσιν ἃ ποιοῦσιν, ἰατρικὴ ὑγείας, ῥητορικὴ τοῦ εὖ λέγειν, σκυτοτομικὴ τοῦ περισώζεσθαι τὸ σῶμα καὶ ὀψοποιική, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων.
ASCLEP. in Aristot. metaph. p. 152, 35-153, 6:
καὶ διὰ τοῦτο Ἀρίστιππος ὁ σοφιστὴς προεπηλάκιζεν, ὥς φησιν αὐτός, τὰ μαθήματα˙ ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις ταῖς λογικαῖς καὶ ταῖς βαναύσοις, τουτέστι ταῖς ἀλόγοις, ἐν τεκτονικῇ φημι καὶ σκυτικῇ, ἔστι τέλος εὑρεῖν, οἷον ἐν ἰατρικῇ ὑγείαν, ἐν τεκτονικῇ οἶκον ἤ τι ἄλλο τοιοῦτο, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων˙ τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν τι αἴτιον τοιοῦτο μηδὲ ποιεῖσθαί τινα λόγον περὶ ἀγαθῶν καὶ κακῶν˙ ὥστε καταδεεστέραν αὐτὴν εἶναι τῶν ἄλλων ἐπιστημῶν ἤγουν τεχνῶν.