Transcription of IV-A,32

IV A 32

IV A 32 SEXT. EMP. pyrr. hypot. I 14, 155:
δογματικῇ δὲ ὑπολήψει [ἔθος ἀντιτίθεται: cf. I 14, 153], ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος [deest in Usener] λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρίστιππος ἀδιάφορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι στολήν, ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι.
SEXT. EMP. pyrr. hypot. III 24, 204:
καὶ παρὰ Διονυσίῳ δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων ἀπεπέμψατο, εἰπὼν
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν
ἄρρην πεφυκώς,
ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας
καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.
οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν ἐδόκει τοῦτο εἶναι.