Transcription of IV-A,58

IV A 58

IV A 58 MAXIM. TYR. philosophum. I 9 [ = diss. VII 9 ed. Duebner]:
ὁ Ἀρίστιππος ἐκεῖνος πορφυρίδι ἀμπισχόμενος, καὶ μύροις χριόμενος, οὐκ ἧττον τοῦ Διογένους ἐσωφρόνει. ὥσπερ γάρ, εἴ τις δύναμιν σώματος παρεσκευάσατο οὐδὲν ὑπὸ πυρὸς λυμαινομένην, ἐθάρσει ἂν, οἶμαι, καὶ τῇ Αἴτνῃ αὐτοῦ παραδοὺς τὸ σῶμα˙ οὕτω καὶ ὅστις πρὸς ἡδονὴν παρεσκευάσαται καλῶς, οὐδὲ ἐν αὐταῖς ὢν θάλπεται, οὐδὲ ἐμπίμπραται, οὐδὲ ἐκτήκεται.